καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη, σύν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σύν μέλιτι καὶ λινοσπέρμῳ, καὶ σὺν ἐλαίῳ λεανθεῖσα πυρίκαυτα θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα ἁρμόζει
μετʼ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σῦν ὕδατι ποθεῖσα ἐπιλημπτικοῖς ἁρμόζειν πεπίστευται, γυπὸς δὲ ὑποθυμιαθεῖσα ἔμβρυα ἐκτινάσσειν παραδέδοται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.