φλεγμονάς τάς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιά καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡτοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενορς βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν 1 2 3 4 5 ὑπομιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμιαθέν. σἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σύν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.