ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.