ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου.
ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς ἔτι δὲ ἄρκου ἐμπρακτικωτάτη ἐστὶν ἡ ταυρεία. 1 2 3 4 πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον ἐπὶ παιδίων, εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτυλίῳ.
ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ ποιεῖ, εἴς τε τάς τραυματικὰς ἐμπλάστρους ἀφλεγμάντους μειγνυμένη καὶ θηριακὰς περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ δʼ ἕλκη καὶ ἀδύνας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι, πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατε ία
δὲ πρὸς τὰ αὑτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν.
τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη στέλλει. ἡ δὲ ὐ ε ία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.