πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων. τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλών ἕψε μετʼ οἴνου ἴσου εὐώδους. ὡς δ᾿ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ᾿ ἐχομένη ἐάν τι τῆς
δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.