σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ διʼ ἡθμοῦ εἰς ὕδωρ, καὶ ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην , ἐπιχέας τε ὕδωρ τῆξον πραέως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχεον εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν
πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς ὕδατος, καὶ κατεράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.