ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ ἀναλογεῖ τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, 1 2 3 4 μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλάς ὁμόχρους ποιεῖν, χήνειον δᾶ καὶ ὀρνίθειον πρός τε τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς
εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.