καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης
ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.