καέντα δὲ αἴρουσι καὶ εἴτε λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεομένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνεται,
ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.