τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει θερμαντικήν, ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν, καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δʼ αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες
καίουσιν ὡσαύτως.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.