ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ, τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτιφυῆ βλάστησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρατυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστήσει ἐντετυχηκὼς μόνον δύναται
τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ᾿ ἐνίων τοῖς μὴ οὕτω τὴν θέαν ποιησαμένοις.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.