ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργῆ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ κἂν τούτῳ ὑπάρχει διαφορὰ παρὰ τὸ αὐχμῶν ἢ ὄμβρων παραγινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὡς καὶ παρὰ τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς
καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς 1 2 καὶ καθύγροις τόποις καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτονώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ᾿ ὥραν εὐκαίρως συλλεγεῖσαι ἢ δι᾿ ἀσθένειαν ἐφθινηκυῖαι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.