κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος.
μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησίμως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερμαίνει
καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.