διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον
κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος 1 2 3 4 5 6 7 ὑποστάθμῃ καὶ ἄλλοις τισίν.
κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος.
μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησίμως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερμαίνει
καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.
εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι. ἐστι δέ ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, παλαθῶδες, 8 9 10 11 12 κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς Πέτρας ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μειγνύμενον κόμμει· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει οὐχ οὕτως εὐῶδές ἐστι.
ὠφελίμως δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πλευράς πόνον καὶ διαδρομὰς πνευμάτων. μίσγεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν νεύρων. κατεργάζεται δὲ κοπτόμενον παραχεομένου οἴνου ἢ ὕδατος θερμοῦ.
καὶ κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δὲ ὁ τοιοῦτος ξανθοῦται, Συάγριος καλούμενος. δευτερεύει δὲ ὁ ὀροβίας καὶ ὁ 13 14 15 16 17 σμιλιωτός, ὅν ἔνιοι κοπίσκον καλοῦσι, μικρότερον καὶ κιρρότερον ὄντα.
ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται, ὁ μέντοι λιβανωτὸς ἐξάπτεται· δηλοῖ δὲ καὶ ή ὀσμὴ τὸ τοιοῦτο.
καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη ἔλκη ἔμμοτος λεῖος σὺν γάλακτι, καὶ τὰς ἐν ἀρχῇ μυρμηκίας καὶ λειχῆνας σὺν ὄξει καὶ πίσσῃ καταχριόμενος αἴρει.
ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι καὶ ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μείγνυται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμάκοις,
αἱμοπτυικούς τε ὡφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων πλείων δὲ μετʼ οἴνου ποθεὶς καὶ κτείνει.
μετὰ τὴν τελείαν καῦσιν πωματίζειν τινί, μέχρι ἂν οὗ σβεσθῇ· 18 19 20 οὕτως γὰρ οὐκ ἐκτεφροῦται. ἔνιοι δὲ καὶ περιτιθέασι τῷ λοπαδίῳ ἀγγεῖον χαλκοῦν κοῖλον, κατατετρημένον μέσον, εἰς ἔκλημψιν τῆς λιγνύος, ὡς ὑποδείξομεν ἐν τῷ περὶ αἰθάλης λιβάνου λόγῳ (64, 5). οἱ δὲ εἰς ὠμὴν χύτραν βαλόντες καὶ περιπλάσαντες
πηλῷ καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπʼ ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως οὗ μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν τινὰ ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δὲ εὐχερῶς μὴ κατακεκαυμένος.
εὐώδης, πρόσφατος, λεῖος, καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μειγνυμένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτυφοῦνται, ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετʼ εὐωδίας ἐκθυμιᾶται.
καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος.
ποιεῖ.
δὲ καὶ ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατʼ ἴσον καὶ ἰσοτόνως θυμιαθήσεται 21 22 23 24 ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει δὲ καὶ οὐ καθαρῷ, ἥ τε εὐωδία μεικτὴν ἔχει τὴν ἀποφοράν.
ἔγκοιλον, τετρημένον κατὰ μέσον καὶ ἐσμηγμένον ἐπιμελῶς, ὑποτίθει τε κατὰ τὸ ἓτερον αὐτοῦ μέρος ἢ ἀμφότερα λιθάρια ὕψει τετραδακτυλιαῖα, πρὸς τὸ διαφαίνειν εἰ καίεται καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδροις ἀεί, πρό τοῦ τὸν πρῶτον χόνδρον παντελῶς σβεσθῆναι ἕτερον προσυποτίθει, ἕως ἂν
αὐτάρκη λιγνὺν δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίζει πᾶσα λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μείγνυται τῇ τοῦ λιβάνου σποδῷ.
αὐτὸ ἐφ᾿ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ κατακαέντος λιβάνου σποδὸν ἰδίᾳ.
25 26 27 28
ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλκάνθου λεῖος, ἔμβρυά τε καὶ δεύτερα ὑστέρα ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφίστησι καὶ οὖρα κινεῖ.
καὶ ἑψηθέντα ἐν ὄξει διακλυζόμενα θερμὰ ὀδονταλγίας πραύνει· ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕδατι μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τῆς στροβίλου φλοιὸς καὶ τὰ φύλλα ποθέντα, καὶ τὸ ἐξ αὐτῶν δὲ δᾳδίον σχισθὲν εἰς λεπτὰ καὶ συνεψηθὲν ὄξει ὀδονταλγίας παύει κρατουμένου
τοῦ ἀφεψήματος κατὰ τοῦ πεπονθότος ὀδόντος, καὶ σπάθη δὲ ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίαν καὶ πεσσῶν ἐπιτήδειος.
δακρύοντας.
κύστιν καὶ νεφροὺς δριμυτήιων· παρηγοροῦσι δὲ καὶ στομάχου δηγμοὺς μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι, ἐξερείδουσί τε ἀτονίαν σώματος καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρου πρόσφατοι θλασθέντες καὶ ἑψηθέντες ἐν γλυκεῖ ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ φθίσεσι,
τοῦ ἐξ αὐτῶν ὑγροῦ καθʼ ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ πλῆθος τριῶν.
τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως.
καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ χρῆσθαι· καὶ ὁ χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ.
ἀντὶ καλαμίδων παρατριβόμενα τοῖς ὀδοῦσι σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ ἔλαιον στυπτικόν, ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα.
καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευκτική· μείγνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα, ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλμοῖς, στόματός τε εὐωδίας παρασκευαστική ἐστι διαμασωμένη καὶ οὔλων σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ
τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ καπυρὰ καὶ εὐθρυβής, εὐώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνη στροβιλίνῃ μειγνυμένη.
καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄριστος πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων δήγματα ἁρμόζει.
ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα ἡ πιτυίνη καὶ ἐλατίνη, μεθʼ ἃς ἀριθμοῦνται ἣ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη θερμαντική, μαλακτική, διαλυτική. ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλεικτοῖς καθʼ ἑαυτὴν ἢ μετὰ μέλιτος, ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρακος.
ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μαλάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλφάροις, καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ καὶ πρὸς κνησμὸν αἰδοίου.
καὶ πλευροῦ ἀλγήμασι βοηθεῖ καθʼ ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη.
χρώματι καὶ αὗται· ἡ μὲν γάρ τίς ἐστι λευκὴ ἡ δὲ ἐλαιώδης ἡ δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ.
μὴ καπυρὰν καὶ μὴ κάθυγρον, κηροειδῆ δὲ καὶ εὔθρυπτον. διαφέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσαι. κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν. ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίαις κέχρηνται
ταῖς δυνάμεσι, παραλαμβάνονται δὲ πρὸς ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ.
ἕψειν ἐπʼ ἀνθράκων πραέως, διηνεκῶς κινοῦντας, ἄχρις οὗ ἄνοσμος γένηται καὶ εὔθρυπτος καὶ καπυρά, ὡς μὴ τοῖς δακτύλοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον 53 54 τουτέστιν ἀπίσσωτον ἀποτίθεσθαι. γίνεται δὲ ἐξόχως λευκή· δεῖ μέντοι προδιυλίζειν πᾶσαν ῥητίνην τήκοντας, ἵνα χωρισθῇ τὸ ῥυπῶδες αὐτῆς.
ἀδιαλείπτως ἐπὶ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρι ἂν τὸ προειρημένον ἰδίωμα ἀπολάβωσιν· ἀποτίθεσο δέ, ὡς εἵρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει διʼ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. εὐχρηστοῦσι δὲ αἱ κεκαυμέναι εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα καὶ εἰς χρωματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ
λιγνὺς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου, ἥτις χρησιμεύει πρός τε καλλιβλέφαρα καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν, ᾧ γράφομεν.
μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά.
καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριομένη, καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ, πρός τε ἑρπετῶν δήγματα σὺν ἁλσὶ λείοις καταπλασσομένη.
55 56 57 58 οὔρῳ χοιράδας περιρρήττει, μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ ὒ πιτύρων ἕρπητας ἐπέχει καταχριομένη, μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα τάς ὑποφορὰς παρακολλᾷ, πρός τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη, πληροῖ τε τὰ ἕλκη
καὶ ἀποκαθαίρει σύν μέλιτι, σύν σταφ ίδι δὲ καὶ μέλιτι ἄνθρακας καὶ σηπεδόνας περιχαράσσει· μείγνυται δὲ καὶ σηπταῖς χρησίμως.
ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον, καὶ τοῦτο γίνεται ἐφ᾿ ὅσον ἂν χρόνον ἡ πίσσα ἕψηται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα· δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασθὲν μετά κριθίνου
ἀλεύρου. θεραπεύει δὲ τοῦτο καὶ ἡ ὑγρὰ πίσσα καὶ τὰ ἐπὶ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ἐπιχριομένη.
μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρήματα ἔχοντι, καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑρόν,, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς λιγνύν αὐτάρκη, καὶ χρῶ. δύναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ εἰς καλλιβλέφαρα καὶ περίχριστα καὶ ὅπου μεμυδηκότα βλέφαρα
τριχοφυῆσαι δεῖ, καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρροοῦντα, ἔτι δὲ ἑλκώδη ὄμματα χρήσιμος.
πίσσης ἅμα καὶ ῥητίνης. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πυοποιόν, διαφορητικὴν φυμάτων καὶ φυγέθλων καὶ πληρωτικῆν ἑλκῶν. μείγνυται δὲ καὶ τραυματικοῖς χρησίμως.
οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οἱ δὲ τὴν πιτυίνην ῥητίνην οὕτως ὠνόμασαν.
γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαντίνων χώραν τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τούς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν. ἔλαιον πλανώμενοι· ἐστι γάρ ἀσφάλτου ὑγρᾶς εἶδος.
μέλαν. δύναμιν δὲ ἔχει ἁρπακτικὴν πυρὸς ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ λευκώματα.
προπτώσεις προστιθεμένη καὶ ἀσφραινομένη καὶ ὑποθυμιωμένη ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ καὶ ὀ γαγάτης λίθος.
δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον, καὶ θρόμβους αἵματος διαλύει σύν ὄξει ποθεῖσα, ἐγκλύζεταί τε ἐπὶ δυσεντερικῶν σύν πτισάνῃ τακεῖσα, καὶ κατάρρους ὑποθυμιωμένη θεραπεύει, καὶ ὀδόντων ἀλγήματα περιπλασθεῖσα πραύνει ἀνακολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος θερμανθεῖσα, ἀρήγει δὲ καὶ ποδαγρικοῖς
καὶ ἀρθριτικοῖς σύν ὠμῇ λύσει καὶ κγρῷ καὶ νίτρῳ καταπλασθεῖσα. ἡ δὲ πισσάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγέντα.
σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται.
λεῖα καταπλαττόμενα τραύματα κολλᾷ, ἐστι δὲ καὶ ἴσχαιμα, σὺν ὄξει δὲ λειωθέντα τρίχας βάπτει. καταπλάσσεται δὲ καθ᾿ ἑαυτὰ καὶ σύν ἀλφίτῳ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγέντα στόμαχον κρατύνει ἐπιτιθέμενα.
εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμπνευματώσεις καὶ στρόφόφους καὶ θηρία πινόμενος. ἐστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνιγομέναις ἁρμόζει.
84 85 86 87 88 89 90 91 92 φύο· τὸ γὰρ ἐστιν σὺτοῦ τοῖς ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερὸν ἐστι μυρίκη τοῖς φύλλοις ὅμοιον.
πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι καταπλασσόμενα καὶ τάς ῥυπαρίας καὶ ἄνθρακας περιρρήσσει. ποθέντα δὲ καὶ ΑἾΜΑ δι᾿ οὔρων ἄγει καὶ ἔμβρυα ἐκτινάσσει· προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ, μείγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῳ γλευκίνῳ.
βαρεῖα τῇ ὀσμῇ, ἀποχεομένη τε κατὰ σταλαγμούς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη.
τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα· καὶ σύν ὄξει δὲ διακλυζομένη ΐὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτόκιόν ἐστι, συναγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοηθεῖ, φθεῖράς τε καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου
δὲ δήγμασι σύν ἁλσὶ καταπλασσομένη ἀρήγει, πρός τε λαγωοῦ θαλασσίου πόσιν σύν γλυκεῖ λαμβανομένη βοηθεῖ.
κατασπᾷ.
ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ αὐτῶν κρότωνας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν ἀπουλοῖ.
ἔχουσι θερμαντικήν, κακοστόμαχον· βοηθοῦσι δὲ βηξί, σπάσμασι, 99 100 101 ῥήγμασι, στραγγουρίαις. καὶ ἔμμηνα ἄγουσι μετά πεπέρεως λεῖαι πινόμεναι, καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σύν οἴνῳ λαμβάνονται διώκοι σι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι μυελῷ. μείγνυνται δὲ καὶ ἀντιδότοις.
θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσι. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὡφελεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς, δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραύνειν σύν ἄρτῳ καὶ ἀλφίτῳ
καταπλασθέντα, ποθέντα δὲ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέτους κινεῖ.
τὸ δὲ πίεσμα αὐτῶν ὠταλγίαις καὶ ἤχοις καὶ δυσηκοίαις βοηθεῖ σύν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον μείγνυται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικαῖς δυνάμεσι. ὁ δὲ φλοιὸς τῆς ῥίζης αὐτῶν λίθοις θρύπτει καὶ ἔμβρυα κτείνει καὶ ἡπατικοὺς ὠφελεῖ τριωβόλου πλῆθος σύν οἴνῳ εὐώδει πινόμενος.
πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαιρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται.
λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φασὶν ἀναιρετικὰ εἶναι.
δὲ πινόμενα μετὰ τὴν κάθαρσιν σύν ὄξει τὸ αὐτὸ ὁρᾶν λέγεται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων αφαιρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα
εἰς λεπτὰ μεγέθη καὶ ἐνσπαρέντα πρασιαῖς κεκοπρισμέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.
ὠφελεῖν. λέγεται δ᾿ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν Ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ᾿ ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῳ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι.
ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἤ τῶν φύλλων καταντλούμενον τά κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρόσωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται εἰς θηρία κωνωποειδῆ.
φύλλων ἑψόμενα εἰς προσοψήματα.
γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὖ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχύς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύπριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος,
οὖ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ᾿ ἑαυτὴν καὶ σύν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σύν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρά καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾿ ὄξους καταπλασθείς.
ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγόμενος κάλαμος ποιεῖν.
συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γάρ καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς 126 127 128 129 130 131 132 καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ ἀποχυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύλων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομάς ἐπέχειν τάς ἐν στόματι καὶ παντὶ μέρει· βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον.
τε ἀντὶ κηκίδος εἰς τὰ ὀφθαλμικὰ καὶ στοματικὰ καὶ πρὸς αἵματος πτύσεις ἐν ποτῷ καὶ κοιλιακοῖς καὶ ῥοικαῖς γυναιξὶ καὶ ἰκτέρῳ καὶ φαλαγγιοδήκτοις, οἰδήματά τε στέλλει καταπλασβείς· καὶ ὁ ξλοιὸς δὲ τὰ αὐτὰ τῳ καρπῷ ποιεῖ.
βοηθεῖ διακλυζόμενον, ἐγκάθισμά τε ῥοικαῖς, καὶ περίχυμα τοῖς φεῖρας καὶ κονίδας γεννῶσιν ἐπιτήδειον. καὶ ἡ ἀπὸ τῶν ξύλων δὲ τέφρα προστεθεῖσα ῥύσιν τὴν ἐκ μήτρας στέλλει. κατασκευάζουσι δὲ ἔνιοι ἐκ τοῦ πρέμνου καὶ κύλικας, αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων, ὡς τοῦ δι᾿ αὐτῶν
πόματος ὠφελοῦντος.
δήγματα ἰᾶται.
ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα δ᾿ ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρά ταύτην λευκοτέρα, ἐστι δὲ καὶ τρίτη μελάντερα ἔχουσα τά φύλλα καὶ πλατύτερα σύν τῳ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακράς πήχεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἦττον δὲ στερεάς καὶ
ἐπάκμους ἔχει τάς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς θυλακώδης, ἐοικώς σφονδύλῳ.
φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἐστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τάς ῥάβδους ἔχουσα μακροτέρας μὲν καὶ ἀκανθώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.
φύεται ἐν παραθαλασσίοις τόποις καὶ φραγμοῖς. λαχανεύεται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης δραχμῆς μιᾶς ὁλκὴ ποθεῖσα σύν μελικράτῳ σπάσματα καὶ ῥήγδραχμῆς καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ.
144 145 146 147 148 149 150 151 οὖ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὐρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τούς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρπετῶν δήγματα ποιεῖ, τὰ δὲ φύλλα καὶ ἠ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασίμοις
καὶ θηριοδήκτοις βοηθεῖ, διαφορεῖ δὲ πάντα τὰ πρόσφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.
εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν.
καὶ ἐκτρωσμούς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης χρισθείσης.
καρπὸν ἐπιμήκη, πυρῆνι ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη. ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς 152 153 154 155 156 157 158 159 δίχα τοῦ ἐν αὐτῷ ἐριώδους — κακωτικὸν γάρ τῆς ἀρτηρίας τοῦτο — ἐν οἴνῳ ἀποζεννύμενος καὶ πινόμενος.
τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ασκάλωνι καὶ Κανώπῃ.
λεῖα τὰ φύλλα βραχέντα καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπιπλασθὲν τῳ μετώπῳ λεῖον μετ᾿ ὄξους κεφαλαλγίας παύει. τὸ δὲ σκευαζόμενον ἐξ αὐτῆς χρῖσμα κύπρινον θερμαντικὸν γίνεται καὶ μαλακτικὸν νεύρων, εὐῶδες, προσλαμβάνον πυρωτικὰ μείγματα.
στύψεως δεόμενα, μάλιστα τοῖς ἐνστομίοις ἕλκεσι διαμάσημα καὶ διάκλυσμα τὸ ἀφέψημα, καὶ πινόμενον δὲ οὖρα καὶ ἔμμηνα ἄγει.
τοῦ θήλεος λευκά.
168 169 170 171 172 173 174 175 τι κυτίνῳ ῥόας· καὶ τὸ μέν τι αὐτοῦ κιρρὸν τὸ δὲ χλωρὸν τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς
κοιλιακούς, δυσεντερικούς, αἱμοπτυνικὐς καὶ ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμέμη.
ἐπισπώμενα, ὧν φύλων ἡ δύναμις στυπτικὴ καθέστηκε, ποιοῦσα πρὸς ὅσα καὶ ὁ κίσθος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ λεγόμενον λάδανον· τὰ φύλλα γὰρ αὐτοῦ νεμόμεναι αἱ αἷγε, ες καὶ οἱ τράγοι τὴν λιπαρίαν ἀναλαμβάνουσι τῷ πώγοωνι γνωρίμως καὶ τοῖς μηροῖς προσπλαττομένην διὰ τὸ τυγχάνειν ἱξώδη, ἡν ἀφαιροῦντες
ὑλίζουσι καὶ ἀποτίθενται ἀναπλάσσοντες μαγίδας. ἔνιοι δὲ καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις καὶ τὸ προσπλασθὲν αὐτοῖς λίπος ἀποξύσαντες ἀναπλάσσοισιν.
γεννώμενον, τὸ μέντοι Ἀραβικὸν καὶ Λιβικὸν εὐτελέστερον.
176 177 178 179 180 θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μείγνυται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἐστι δὲ καὶ
οὐρητικόν.
πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπʼ ἀκόνης ὑπόκιρρος γίνεται. ἐστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρράς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα, ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι·
διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.
εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλτιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορνευμάτων ἢ ῥινημάτων βρεχομένων ἐν οἴνῳ Χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσομένων. ἐνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτήν, εἶθ’ οὕτω τὰ
λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κεκαυμένος μόλιβδος. ἁρμόζει δὲ ἡ τοιαύτη πρὸς ψωροφθαλμίας καὶ ξηροφθαλμίας.
τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτυλίου ἀπευθυσμένου, ἐντέρου μήτρας πτερῷ ἐγχριόμενον καὶ προσκλυζόμενον.
πρὸς ὑποχονδρίων φλεγμονὰς καὶ στομάχου πλάδον καὶ πρὸς ἐρυσιπέλατα. ξηρὰ δὲ λεία παραμηρίοις προσπάσσεται καὶ ἀνθηραῖς καὶ τραυματικαῖς καὶ ἀντιδότοις μείγνυται· καίεται δὲ καὶ εἰς τὰ καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥόδοις εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμούς ξηρὸν προσπασθὲν
ποιεῖ, καὶ αἱ κεφαλαὶ δὲ ποθεῖσαι κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν.
ἔνιοι δὲ προστιθέασι καὶ κόστου δραχμὰς δύο καὶ ἴρεως Ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες μετὰ μέλιτος καὶ οἴνου Χίου. χρῆσις δέ ἐστιν αὐτῶν ἐπὶ γυναικῶν περιτιθεμένων τῳ τραχήλῳ ἀντὶ ὅρμου ἡδύπνου, ἀμβλυνουσῶν τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ αὐτοῖς καὶ λείοις ἐν διαπάσμασι μετὰ τὸ λουτρὸν
καὶ συγχρίσμασι καὶ μετὰ τὸ ξηρανθῆναι ἐκλούονται ψυχρῷ.
λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία.
ῥιπτομένων, τοῦ δὲ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δὲ ἀμόργης ἅμα τῇ ἑψήσει μειγνυμένης 190 191 192 193 ἢ ἀψινθίου χυλίσματος ἤ βοείας χολῆς. καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομενου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν
τὀν ἀφρὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον μετὰ πικρίας, χρώματι κροκῶδες, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφἐρον τοῦ λοιποῦ καὶ δυνομικώτερον.
καὶ τὰ παλαιά ῥεύματα θεραπεύει. ποιεῖ καὶ πρὸς ὦτα πυορροοῦντα, παρίσθμια, οὖλά τε εἱλκωμένα καὶ διερρωγότα χείλη, ῥαγάδας ἐν δακτυλίῳ, παρατρίμματα περιχριόμενν· ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς πινόμενον καὶ ἐγκλυζόμενον. δίδοται δὲ καὶ αἱμοπτυικοῖς καὶ βήττουσι σὺν ὕδατι, καὶ τοῖς
ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν ἐν καταποτίῳ ἢ σὺν ὕδατι ποτόν. ξανθίζει δὲ καὶ τρίχας, πιρωνυχίτας τε καὶ ἕρπητας καὶ σηπεδόνας ἰᾶται· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστιθέμενον.
ὀρθάς, τριπήχεις ἢ καὶ μείζους, πολλὰς ἀπὸ τοῦ πυθμένος, παχυτέρας βάτου, φλοιὸς ῥαγεὶς ἐνερευθής, τὰ δὲ φύλλα ὅμοια ἐλαίας, ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη ἱστορεῖται φλεγμονὰς σπληνὸς καὶ ἴκτερον θεραπεύειν καὶ καθάρσεις γυναικῶν ἄγειν· καὶ ὡμὴ δὲ λεία ποθεῖσα τὰ αὐτὰ ποιεῖν παραδίδοται,
τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα ὑδατῶδες καθαίρειν καὶ θανασίμοις βοηθεῖν.
ἡρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῳ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται.
πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλμῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προπτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ἀφθαλμικά, τριβομένου οῦ χυλοῦ μεθʼ ὕδατος
ἀποχεομένου τε τοῦ ἐπιπάγου, μέχρι ἄν καθαρὸν ἐφιστῆται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους.
σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον.
ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτὴ χυλιζομένη σύμπασα, πλὴν ἥττων τῇ δυνάμει καθέστηκεν, εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα.
στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετʼ ὄξους ᾒ οἴνου οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ
καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικούς καὶ ἀρθριτικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον
καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.
τοῦ καρποῦ εἰς ἐγκαθίσματα ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν 208 209 210 211 τὸ σπέρμα καὶ προστεθὲν κάθαρσιν κινεῖ, λύει δὲ καὶ κεφαλαλγίας καταπλασσόμενον, καὶ ἐπὶ ληθαργικῶν τε καὶ φρενιτικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ.
μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει, ῥαγάδας τε τὰς ἐν δακτυλίῳ σὺν ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραύνει, σὺν δὲ τοῖς φύλλοις στρέμματά τε καὶ τραύματα ἰᾶται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων, εἴ τις ῥάβδον αὐτῆς παρὰ χεῖρα κρατοίη.
δὲ τὰ φύλλα λεῖα μετʼ ὀλίγου πεπέρεως καὶ οἴνου ποθέντα εἰλεώδεσι, καθʼ ἑαυτὰ δὲ σὺν ὕδατι λημφθέντα ἀσυλλημψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτυικοὺς ὠφελεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει ἥλους καὶ τύλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων
καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφει ῥόας θερμανθεὶς μετὰ ῥοδίνου ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν κατάντλημα πόδάγρας 212 213 214 215 216 217 218 ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν· ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις.
καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ.
ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας, ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει· διὸ καὶ μιγέντα κολλυρίοις πρὸς τὰς τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ, χυλίζοντας δὲ δεῖ κόπτειν τὰ φύλλα καὶ παραχέοντας οἶνον ἢ ὕδωρ ἐκθλίβειν καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν· ἔστι δʼ εὐτονώτερος ὁ διὰ τοῦ οἴνου ἐκθλιβόμενος
καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ διʼ ὕδατος ἁρμόζει· ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ φύλλα καὶ ἐπὶ κοιλιακῶν εὐθετεῖ καταπλασσόμενα σὺν ὠμῇ λύσει.
τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα 219 220 221 222 πάλιν οἴνῳ ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον.
λείπεται δὲ τῇ δυνάμει, ὅθεν εἰς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ἐπιεικέστερον.
ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει.
μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος, ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφθαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ καταπλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρρήττει.
μυδῶσι καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί, πυρία τε διʼ αὐτοῦ θερμαινομένου ἐπιτήδειος οὔλοις ῥευματιζομένοις· δεῖ δὲ ἔριον μηλωτίδι περιτιθέντα ἀποβάπτειν εἰς τὸ ἔλαιον καὶ προσάπτεσθαι τῶν οὔλων, ἄχρι οὖ ἂν λευκὰ φανῇ.
ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν. τὸ 223 224 225 δὲ ὅμοιον κόμμει, μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παῤ ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ ἀμβλυωποῦσι, καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· ποιεῖ καὶ πρὸς ὀδόντων πόνους ἐντιθέμενον
εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτικοῖς, ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία.
ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς, καὶ ἐν πεσσοῖς λεῖον προστίθεται ῥοικαῖς γυναιξί. καὶ αἱ βάλανοι τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρητικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ πνευματοῦσαι. ἁρμόζουσι
δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον.
αἱ πρίνιναι τῇ δυνάμει εἰσί.
τῶν ὁμοίων τέ εἰσι δραστικαί, καὶ μάλιστα ὁ μεταξὺ τῆς σαρκὸς καὶ τοῦ λέπους φλοιός. ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν ἁρμόζει.
λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφακῖτιν, ἐνεργεστέραν οὖσαν.
παύει τὰς ὀδύνας, γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπʼ ἀνθράκων ἄχρι πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ ὄξει ἢ ὀξάλμῃ.
καὶ κοιλιακοῖς ἐπιπαττόμεναι ὕδατι λεῖαι ἢ οἴνῳ καὶ πινόμεναι 231 232 233 234 235 236 237 τοῖς τε προσοψήμασι μειγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου τι δεῖ στῦψαι ἢ στῆσαι ἢ ἀναξηρᾶναι, παραλαμβάνεσθαι ἁρμόζει τὴν χρῆσιν αὐτῶν.
πριονοειδῶς καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον.
ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα, καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ φαγεδαίνας ἐπέχει καταπλασσόμενα τὰ φύλλα μετʼ ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλλων, ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι μελιτώδους συστάσεως, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον.
δὲ τὰ αὐτὰ ποιεῖ, ἁρμόζων ἐν προσοψήμασι κοιλιακοῖς καὶ δυσεντερικοῖς, ἀφλέγμαντά τε τηρεῖ σὺν μέλιτι καταπλασθεὶς θλάσματα, ἀποσύρματα, πελιώματα, γλώττης τε τραχύτητας σμήχει σὺν μέλιτι καὶ λευκὸν ῥοῦν ἵστησιν, αἱμορροίδας τε θεραπεύει μετὰ δρυίνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου
δὲ τὸ ἀπόβρεγμα ἑψόμενον συνίσταται, ποιοῦν βέλτιόν πως τοῦ 238 239 240 241 242 καρποῦ. φέρει δὲ καὶ κόμμι, ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν ὀδόντων πρὸς ἀπονίαν.
κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος.
φοινικοβάλανοι χλωραὶ στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν, κεφαλαλγεῖς δέ εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν.
τραχύτητας ἰῶνται.
ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς στύφει καὶ στέλλει.
ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός.
ἑλκῶν, χαλάσματά τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις μειγνυμένη τοῖς ἁρμόζουσι τῶν καταπλασμάτων.
τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπιτεθεῖσα καὶ ἐαθεῖσα ἡμέρας εἵκοσι ψώρας θεραπεύει. καὶ ὁ περιεχόμενος δὲ ὑπʼ αὐτῆς καρπὸς ἐλάτη καλεῖται, ὑπʼ ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς δὲ στυπτικὸς ὑπάρχων τὸ αὐτὸ δύναται
τῇ σπάθῃ χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου λευκὸν πρόσφατον βιβρωσκόμενον καὶ ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος.
προσοψήμασι καὶ συνεψόμενος κοιλίαν καὶ στομάχου ῥεῦμα ἷστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυικοὺς ὠφελεῖ πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ
ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι, καὶ μάλιστα τῆς ὀξείας. τὰ δὲ ἄνθη αὐτῆς, ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ στυπτικὰ καὶ ξηραντικὰ καὶ κατασταλτικὰ καὶ ἐναίμων κολλητικά, ἁρμόζοντα πρὸς ἃ καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν
οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυθμα, ἀνακόλλημά τε ἐντεροκηλικοῖς ἐν καταπλάσματι.
τοῖς ἐπιδακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρτων ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρητικός, ἁρμόζων φαλαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας, ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει,
μετὰ πάλης δὲ ἀλφίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφθαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάττεται.
ἐγκάθισμά τε πρὸς μήτρας προπτώσεις καὶ δακτυλίου καὶ ῥοικαῖς ἁρμόζει. σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ἐξανθήματα τρίχας τε ῥεούσας ἐπέχει· μείγνυται δὲ καὶ λιπαραῖς ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλλων δὲ ἀφέψημα εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει
καὶ πρὸς τὰ χαλατονοῦντα ἄρθρα καὶ ἀσυμπώρωτα καὶ κατεαγότα ὠφελίμως καταντλεῖται· σμήχει δὲ καὶ ἀλφοὺς καὶ πρὸς 258 259 260 261 262 ὦτα πυορροοῦντα ἐγχυματίζεται καὶ μελασμοὺς τριχῶν, καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ.
καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις χρησίμως καταπάττεται καὶ καθύγροις μασχάλαις καὶ μηροῖς, καὶ ἐπὶ καρδιακῶν στέλλει τοὺς ἱδρῶτας· κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται.
πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κοπὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ, ἀναπλασθέν τε εἰς τροχίσκους ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δέ ἐστι τοῦ φύλλου καὶ καρποῦ, μειγνύμενον κηρωτῇ καὶ πεσσοῖς ἐγκαθίσμασί τε καὶ καταπλάσμασι τοῖς στύψεως δεομένοις.
263 264 265 266 267 268 269
ὠφελεῖ, τὸ δὲ ἀφέψημα πρόσκλυσμα δακτυλίου καὶ ὑστέρας προπτώσει. τὰ δὲ ἐκ τοῦ μέλιτος καὶ αὐτὰ μὲν οὐρητικά, τὸ δὲ μέλι τὴν αὐτὴν ἀναλαμβάνεται δύναμιν· στεγνωτικὸν γὰρ καὶ στυπτικὸν γίνεται· τὰ δὲ σὺν τῷ μέλιτι ἑψόμενα εὐστόμαχα μὲν καὶ εὔστομα, ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ 270 271 272 273 274 275 276 277 278 279 καταπλάσμαδ: μείγνυτ ται πρὸς στέγνωσιν κοιλίας, θτομάχου άνατροπὴν καὶ πύρωδιν μαστοὺς φλεγμαίνοντας, σπλῆνας ἐσκιρριμένους, κονδυλώματα. γίνεται δὲ ναὶ οἷνος ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, πρὸς διαιονὴν μειγνυμένου τοῖς δέκα δύο ξέσταις τοῦ χυλοῦ μέλιτος ξέστου ἑνός, ἐπεὶ ὀξίζει.
ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα.
αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγμωγὰς καὶ κοιλίας ῥύσιν καὶ ἐμμήνων φοράν ἁρμόω μετὰ οἴνου πινόμενα.
κακοστόμαχα καὶ καύσου ποιητικὰ ὄντα. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα.
στόμαχον καὶ κοιλίαν ῥευματιζομένην ἵστησιν.
ὅλου τοῦ ἔτους ἐπαλλήλως, αὐτὸ δὲ τὸ μῆλον ἐπίμηκες, ἐρρυτιδωμένον, χρυσίζον τῇ χρόᾳ, εὐῶδες μετὰ βάρους, σπέρμα ἔχον ἀπίῳ ἐοικός.
τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν. βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν· φυλάττειν δὲ καὶ ἱμάτια δοκεῖ ἄβρωτα ἐπιτιθέμενα κιβωτίοις.
αὐτῶν ξηρανθεισῶν καὶ αὐταὶ δὲ λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. ἡ δὲ ἀχρὰς εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινόμενον. δύναμιν δὲ ἔχει στυπτικωτέραν τῆς ἀπίου ὅθεν καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ
ἐκ τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι, κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.
ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός.
ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηροειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν καὶ ἁλμεύεται δὲ ὡς ἐλαία. ὁ δʼ ἐ κ τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος ποιεῖ.
ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα 303 304 305 306 307 308 309 310 311 312 313 314 καὶ παρίσθμια ῥευματιζόμενα σνέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψηω δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοιω γίνεται. τὸ δὲ κ όμμ ι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον
λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει.
315 316 317 318 319 320 321 322 δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι ἁρμόζει ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρητικὰ καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου καὶ ἡδυόσμου λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν
ὕδατι πινόμενα ἤ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ δυσουροῦσι δὲ καὶ λιθιῶσι σὺν γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κόλου ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα καρύου Ποντικοῦ μέγεθος.
τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵματος ἀναγωγὴν πινόμενον καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λειχῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς
πρὸς ἐνέργειαν τῆς πικρᾶς. καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλάδον ἀποκαθίστησιν.
βοηθεῖ.
ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομύου καὶ ἁλὸς καὶ μέλιτος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύσει καὶ ἐπιτεθέντα τῷ ὀμφ αλῷους στρόφ ους παύει.
ἐπιχρισθέν, καλλίτριχόν ἐστι καὶ ἀλωπεκίας δασύνει, καὶ ἔμμηνα ἐφ ίστησι τὸ ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προστιθέμενον, . τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλασθέντα γαγγραίνας καὶ ἄνθρακας περιχαράσσει, καὶ αίγιλώπια καὶ ἀλωπεκίας μασηθέντα καὶ ἐπιτεθέντα ἰᾶται. γίνεται δὲ καὶ
ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, τὰ δὲ χλωρὰ ἦττον κακοστόμαχα, γλυκύτερα ὄντα, διὸ καὶ τοῖς σκόρδοις μείγνυται πρὸς τὸ τὴν δριμύτητα περιαιρεῖν αἴρει δὲ καὶ πελιώματα καταπλασθέντα.
329 330 331 332 333 334 κακωτικά, κακοστόμαχα. καὶ αὐτὰ δὲ λεῖα σὺν μελικράτῳ πινόμενα βῆχα παλαιὰν ἰᾶται, φρυκτὰ δὲ ἐσθιόμενα σὺν πεπέρει ὀλίγῳ κατάρρουν πεπαίνει. ὅλα δὲ κατακαέντα λεῖα μετʼ ὀξυγγίου ἢ στέατος ἀρκείου ἀλωπεκίας περιχρισθέντα δασύνει. φασὶ
δὲ ἔνιοι ὅτι μετὰ ἐλαίου τὰ κελύφη κεκαυμένα καὶ λειοτριβηθέντα ἐπὶ γλαυκοφθάλμων παιδίων τάς κόρας καὶ τρίχας μελαίνει καταβρεχομένου τοῦ βρέγματος.
δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι
δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρά κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλιακοὺς ὀνίνησιν.
πυρίκαυτα ἰᾶται, ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι σὺν 335 336 337 338 339 340 ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων φαλαγγιοδήκτοις ἀρήγει ποθεὶς κυάθου πλῆθος, τοῦ φλοιοῦ δὲ καὶ τῶν φὑλων τὸ ἄφ έψημα διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίας. ὁπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιορυχθείσης καὶ ἐκκοπείσης· εὑρίσκεται γάρ τῇ
ὑστεραίᾳ ἐπίπαγός τις, ὅς πρός τε ὀδονταλγίας ποιεῖ καὶ φύματα διαφορεῖ καὶ κοιλίαν καθαίρει.
σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεταινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἥ σιδήρῳ.
ἐν Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις. βοηθεῖ δὲ ἐν ταῖς σιτοενδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δὲ εὐκοίλιος ὁ καρπός, ἄτροφ ος, κακοστόμαχος. ἀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορεῖν ἔαρος τοῦ φλοιοῦ ἐξ ἐπιπολῆς λίθῳ θλωμένου βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται δὲ σπόγγῳ
341 342 343 344 ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ ἀποτίθεται.
ἑρπετῶν δήγματα καὶ σπλῆνας ἐσκιρριωμένους καὶ στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τερηδονίζεται ὁ ἀπός.
τοῖς προειρημένοις.
ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπικοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς
περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέντα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα.
καὶ μᾶλλον σὺν ἔριδι νίτρῳ ἢ ἀσβέστῳ καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται τὰ αὐτὰ δρᾷ. σὺν σιδίῳ δὲ ῥόας πτερύγια ἀνακαθαίρει, μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις δυσαλθῆ καὶ ῥευματικὰ καὶ κακοήθη θεραπεύει.
μὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρμτῇ χιμέτλας ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφ θέντα καὶ ἐντεθέντα ἐν ὠσὶν ἤχους ναὶ κνησμοὺς θεραπεύει.
τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστομωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμύλου λείου πινόμενος, καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ Τυρρηνικῷ, ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους.
ἐφ ήλεις, ἀλφούς, ψώρας σὺν ἀλφ ίτῳ, καὶ σνορπιοπλήκτοις κατὰ τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, 351 352 353 καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος, καὶ μυρηκίαν αἴρει στέατι περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγκυοι ὦσι, μηδέπω δὲ
τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. λαμβάνεται δὲ καὶ εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός.
ἀντὶ σπάθης παρασκευάζουσιν.
ὄξει δὲ καὶ ἁλκὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας ιᾶιαι. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρμων, καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα σὺν μέλιτι καὶ πρὸς τά κηρία.
ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ διαλύουσι, λύουσι, σὺν ἀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι.
καὶ παλαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας, ἐφ᾿ ὧν δὲ καὶ 354 355 356 357 ἐγκλύζοντας, ὡς ἐτὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων καὶ μεγάλων καθαίρει γὰρ καὶ κολλᾷ καὶ σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις.
μιγέντος ὀλίγου, κοιλιακοῖς δὲ καὶ δυσεντερικοῖς καθʼ ἑαυτὴν κυάθου πλῆθος βοηθεῖ διδομένη, καὶ τοῖς νευρικοῖς δὲ καὶ σπαστικοῖς σύγχρισμα ἁρμόδιον σὺν οἴνῳ ἱδρῶτας κινοῦσα, καὶ πρὸς γύψου πόσιν καὶ φ αλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ σἱ λοιπαὶ κονίαι, μάλιστα δὲ ἡ δρυίνη, στυπτικαὶ
δέ εἰσι πάσαι.
ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν Περσίδι ἀναιρετικὸν εἷναι, μετατεθὲν δὲ εἰς Αἴγυπτον ἀλλοιωθῆναι καὶ ἐδώδιμον γενέσθαι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.