συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας δύο καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτίθενται. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦν πρὸς τὰ ψωρώδη ἕλκη, πίτυρα, χίμετλα, ἕρπητας καὶ πρὸς τὰς ἐν ὑστέρᾳ
ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρίδας, βουπρήστεις, πιτυοκάμπην. εστι δὲ αὐτοῦ δόκιμον τὸ κυδωνίων ὄζον μήλων.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.