ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.