ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπασον τὸ πῦρ καὶ ψύξας ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπιδούς ὕδωρ συνανάζεσον αὐτῷ, καὶ τὰ λοιπὰ ποιήσας καθὼς ὑποδέδεικται ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν Σικυωνίᾳ, Σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει ποσῶς θερμαντικήν, ἁρμόζον
ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ αὐτῷ καὶ αἱ γυναῖκες ἐπὶ τῷ προσώπῳ ἐπὶ τῷ στιλβώθρῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.