ὃ καὶ ὀμφάκινον καλοῦσι. καὶ τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μυρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφε ειν καὶ 1 2 3 4 5 6 7 οὔλων σταλτικὸν καὶ ὀδόντων διακρατυντικὸν κρατούμενον ἐν τῷ στόματι ἱδρώτων τε ἐφεκτικόν. τὸ δὲ λιπαρώτερον καὶ παλαιὸν εἰς τὴν τῶν χαλαστικῶν φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς σαρκός, δυσπερίψυκτα φυλάσσον τὰ σώματα καὶ ἑτοιμότερα
πρὸς τὰς ἐνεργείας ποιοῦν.
μετὰ πηγάνου ἑψηθὲν θερμὸν κυάθων ἓξ πλῆθος ἕλμεις τε ἐκβάλλει, ἐνίεταί τε τὸ αὐτὸ μάλιστα πρὸς τοὺς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικώτερον καὶ διαφορητικώτερον, πρὸς ὀξυδερκίαν τε ὑπάλειμμα. μιμητέον δὲ εἰ μὴ παρείη τὸ παλαιὸν ἔλαιον οὕτως· κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ
κρεῖσσον ἕψε, ἕως οὗ σχῇ μέλιτος πάχος, καὶ χρῶ· τὴν γὰρ αὐτὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν.
δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας καὶ λέπρας, βράδιόν τε πολιοῖ καθ᾿ ἑκάστην ἡμέραν ἐπαλειφόμενον.
κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ.
ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ ταύτας δὲ ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν, εἰ μὲν εἵη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προκεκλυσμένον οἴνῳ παλαιῷ κατεράσας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτου στεφανίσκων αὔων ὁλκῶν ἕνδεκα καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή,
πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευκὸν γένηται.
ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπασον τὸ πῦρ καὶ ψύξας ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπιδούς ὕδωρ συνανάζεσον αὐτῷ, καὶ τὰ λοιπὰ ποιήσας καθὼς ὑποδέδεικται ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν Σικυωνίᾳ, Σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει ποσῶς θερμαντικήν, ἁρμόζον
ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ αὐτῷ καὶ αἱ γυναῖκες ἐπὶ τῷ προσώπῳ ἐπὶ τῷ στιλβώθρῳ.
μαλάγματος ἢ πυρίας ἐπιτιθέμενος. καὶ ὁ ἐν τοῖς τῶν γυμνασίων τοίχοις ῥύπος καὶ ὁ ἀπὸ τῶν ἀνδριάντων θερμαίνει τε καὶ διαχεῖ τὰ δύσπεπτα φύματα καὶ πρὸς ἀποσύρματα καὶ πρὸς ἕλκη πρεσβυτικὰ ἁρμόζει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.