ἐπισπώμενος ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν ἐν ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν τῇ κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμόζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μείγνυται δὲ καὶ εἰς τὰ τῶν
μύρων στύμματα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.