ἡ μῆνιγξ ἐπίπροσθεν γίνεται· γίνεται δὲ τόδε καὶ ἐξ ἄλλων·
γνώσῃ δὲ τῷδε· ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ἅψῃ τοῦ προβλήματος.
Ταύτῃ χρὴ πρόσθεμα ποιήσαντα, ῥητίνην καὶ ἄνθος χαλκοῦ μέλιτι
διεὶς, ὀθόνιον ἀρδαλώσας, προσθεῖναι ὡς ἐσωτάτω, ῥάμμα ἐκδήσας
ἐκ τοῦ ἄκρου· ὁκόταν ἐξαγάγηται, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν,
τῷ οἴνῳ χλιερῷ κλυζέσθω.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.