ἐλαίης φύλλα καὶ κισσοῦ καὶ βάτου καὶ ῥοιῆς γλυκείης τρίψας λεῖα,
οἴνῳ παλαιῷ διεὶς, ἔπειτα λαβὼν σάρκα ποταινίην, προσθεῖναι, καὶ
καταπλάσαι τοῖσι φύλλοισι, καὶ ἐχέτω τὴν νύκτα· ἕωθεν δὲ ἐξελομένη,
μυρσίνην ἐν οἴνῳ ἀφεψοῦσα, τῷ οἴνῳ διακλυζέσθω τὰ αἰδοῖα.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.