γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν
ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε
δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον·
ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις
ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας
ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει
κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ’ ἐν τοῖσι
στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Ταῦτον τοῖσιν αὐταῖσι
θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστά ὑγιέα ποιήσεις· κλύζειν
δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλισι.
De affectionibus interioribus. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.