τὰ αὐτά· γίνεται δὲ, ὀκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν
νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνᾴγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων
ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν
ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων.
Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ
τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται σφόδρα, ὥστε
μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.
Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον
διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν.
Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων·
ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται.
De affectionibus interioribus. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.