καὶ ἐξ ὅτου, καὶ ποσταῖος, καὶ τὴν κοιλίην εἰ διαχωρέει, καὶ δίαιταν
ἥντινα διαιτᾶται, καὶ ἐνθυμέεσθαι πρῶτα μὲν τὸ νούσημα πότερον
ἀπὸ χολῆς ἢ φλέγματος γεγένηται ἢ ἀμφότερα, καὶ τοῦτο εὖ εἰδέναι
ὅτι ἀνάγκην ἔχει ὥστε ὑπὸ τούτων τοῦ ἑτέρου ἢ ἀμφοτέρων γίνεσθαι,
ἔπειτα πότερον ξηρασίης ἢ ὑγρασίης χρήζει, ἢ τὰ μὲν τοῦ
σώματος ξηρασίης, τὰ δὲ ὑγρασίης· ἔπειτα τὴν νοῦσον, εἴτε ἄνω δεῖ
θεραπεύειν, εἴτε κάτω, εἴτε διὰ τῆς κύστιος, καὶ εἴτε αὔξεται ἡ νοῦσος,
εἶτε μαραίνεται, εἴτε λύεται, εἴτε μεταπίπτει εἰς ἑτέρην
νοῦσον.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.