ὅσοι μὲν χολώδεές εἰσι, διδόναι τὰ ὑφ’ ὧν χολὴ καθαίρεται· ὅσοι δὲ
φλεγματώδεες, τὰ ὑφ’ ὧν φλέγμα· ὅσοι δὲ μελαγχολῶσι, τὰ ὑφ’ ὧν
μέλαινα χολή τοῖσι δὲ ὑδρωπιῶσι τὰ ὑφ’ ὧν ὕδωρ. Ὅσα δε δίδοται
φάρμακα ποτὰ καὶ μὴ καθαίρει μήτε χολὴν μήτε φλέγμα, ὅταν ἐς τὸ
σῶμα ἐσέλθῃ, τὴν δύναμιν αὐτὰ παρέχεσθαι δεῖ ἢ ψύχοντα ἢ θερμαίνοντα
ἢ ξηραίνοντα ἢ ὑγραίνοντα ἢ ξυνάγοντα ἢ διαχέοντα· ὅσα δὲ
ὕπνον ποιέει, ἀτρεμίην δεῖ τῷ σώματι παρέχειν τὸ φάρμακον.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.