προϊόντος δὲ τοῦ χρόνου τρηχυνομένη, καὶ πελιαινομένη, καὶ
ῥηγνυμένη, θανάσιμον· σφόδρα δὲ μελαινομένη, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ
κρίσιν γενέσθαι δηλοῖ χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή.
225. Γλώσσης παρὰ τὸ δικροῦν ὥσπερ σιάλῳ λευκῷ καταλείφεσθαι.
σημεῖον ἀνέσεως πυρετοῦ· παχέος μὲν ἐόντος τοῦ ἐπιγεννήματος,
αὐθημερόν· λεπτοτέρου δὲ, ἐς τὴν ὑστεραίην· ἔτι λεπτοτέρου.
τριταίην· τὰ δὲ αὐτὰ σημαίνει καὶ ἐπ᾿ ἄκρην τὴν γλῶσσαν
γινόμενα, ἧσσον δέ. 226. Γλῶσσα τρομώδης, μετὰ ἐρυθήματος
κατὰ ῥῖνας καὶ κοιλίης ὑγρῆς, τὰ δὲ ἄλλα ἀσήμως ἔχοντα κατὰ
πλεύμονα, πονηρὰ, καὶ ὀξείας καθάρσιας ὀλεθρίους σημαίνει.
227. Γλῶσσα παρὰ λόγον ἁπαλυνομένη, καὶ ἀσώδης, μεθ᾿ ἱδρῶτος
ψυχροῦ, ἐπὶ κοιλίῃ ὑγρῇ, μελάνων ἐμέτων ἐστὶ σημεῖον· τὸ
κοπιῶδες ἐν τουτέοισι κακόν. 228. Αἱ τρομώδεες γλῶσσαί τισι καὶ
κοιλίην ὑγρήν ποτε ποιέουσιν· μελανθεῖσαι δὲ ἐν τουτέοισι, ταχὺν
θάνατον σημαίνουσιν· ἦρά γε τρομώδης γλῶσσα σημαίνει οὐχ ἱδρυμένην
γνώμην; 229. Αἱ δασεῖαι, κατάξηροι, φρενιτικαί.
Coa praesagia. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.