μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντελῶς
ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας. 231. Ὀδόντος
σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει. 232. Ἐπὶ
ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη, θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίσταται.
233. Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ
πολλὰ πυοῦται. 234. Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυνος
εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν. 235. Χεῖλος συσπώμενον σημαίνει
κοιλίης χολώδεος κατάῤῥηξιν. 236. Τὰ ἀπὸ οὔλων αἵματα
ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.
Coa praesagia. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.