καὶ τὰ ἀπὸ τῆς χώρης (οἰκέονται γὰρ οἱ πολλοὶ, διὸ πλέονες
ἴσασι), τὰ δὲ ἐκ τοῦ σώματος, καὶ τῶν διαιτημάτων, καὶ καταστάσιος
τῆς νούσου, ἢ ἀπὸ ὡρέων. Αἱ δὲ χῶραι πρὸς τὰς ὥρας
κακῶς κείμεναι τοιαῦτα τίκτουσι νουσήματα, ὁκοίη ἂν ἡ ὥρη, ταύτῃ
ὁμοίως, οἷον ἀνώμαλον θάλπος ἢ ψῦχος τῆς αὐτῆς ἡμέρης, ὅταν
τοιαῦτα ποιέῃ, φθινοπωρινὰ ἐν τῇ χώρῃ τὰ νουσήματα· καὶ ἐν τῇσιν
ἄλλῃσιν ὥρῃσι κατὰ λόγον. Τὰ μὲν ἀπὸ ὀδμέων βορβορωδέων ἢ
ἑλωδέων, τὰ δὲ ἀπὸ ὑδάτων, λιθιῶντα, σπληνώδεα, τὰ τοιαῦτα
δ᾿ ἀπὸ πνευμάτων χρηστῶν τε καὶ κακῶν.
De humoribus. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.