καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει
δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα,
ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι
τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται,
χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ,
παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην
ἴσχει ὥσπερ ἀγγεῖον.
De humoribus. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.