ΑΦΟΡΙΣΜΟΙ.
ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν
τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τὸν νοσέοντα, καὶ τοὺς παρεόντας,
καὶ τὰ ἔξωθεν.
γιγνομένοισιν, ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται,
ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. Οὕτω
δὲ καὶ κενεαγγείη, ἢν μὲν, οἷα δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε
καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. Ἐπιβλέπειν οὖν δεῖ
καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους, ἐν ᾗσι δεῖ, ἢ οὔ.
τῷ ἐσχάτῳ ἔωσιν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ, οὐδὲ ἀτρεμέειν·
ἐπεὶ δὲ οὐκ ἀτρεμένουσιν, οὐδ᾿ ἔτι δυνάνται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται ἐπὶ τὸ χεῖρον· τουτέων οὖν εἴνεκεν τὴν εὐεξίην
λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβάνῃ
τὸ σῶμα· μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν
γὰρ, ἀλλ᾿ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο
ἄγειν. Ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί·
καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί.
πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. Καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται, χαλεπαί· καὶ
γὰρ αἱ πληρώσιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, χαλεπαί.
μᾶλλον βλάπτονται· πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται, μέγα
γίνεται μᾶλλον, ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσιν· διὰ
τοῦτο καὶ τοῖσιν ὑγιαίνουσι σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι
καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον
φέρουσιν. Διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, σφαλεραὶ
ἐς τὰ πλεῖστα τῶν σμικρῷ ἁδροτέρων.
κράτισται.
πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι·
ὅκου δὲ μὴ, ἀλλ᾿ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν,
ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ.
ἀναγκαῖον χρέεσθαι.
διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει
πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον
ἀπαυδήσει καὶ ἀμβλυνεῖται.
ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο, καὶ πρὸ ἐκείνου
σμικρὸν, ἀφαιρετέον· ἔμπροσθεν δὲ, πιοτέρως διαιτῇν, ὡς ἂν
ἐξαρκέσῃ ὁ νοσέων.
γὰρ βλάβη· καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι
παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.
νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας
ἀνταποδόσιες, ἤν τε καθ᾿ ἡμέρην, ἤν τε παρ᾿ ἡμέρην, ἤν τε καὶ
διὰ πλείονος χρόνου γίγνωνται· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν,
οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου, βραχύνει, ἢν δ᾿ ὕστερον ἐπιφαίνηται, μηκύνει·
καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ
εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα,
δηλοῖ.
ἥκιστα, μειράκια, πάντων δὲ μάλιστα, παιδία, τουτέων
δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωυτέων προθυμότερα ἐόντα.
οὖν δεῖται τροφῆς· εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται· γέρουσι δὲ
ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπὸ
πολλῶν γὰρ ἀποσβέννυται· διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι
γέρουσιν οὐχ ὁμοίως ὀξέεες· ψυχρὸν γὰρ τὸ σῶμα.
μακρότατοι· ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι, καὶ τὰ προσάρματα
πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖστον ἔχει· τροφῆς
οὖν πλείονος δεῖται· σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.
μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι
διαιτᾶσθαι.
χώρῃ, καὶ τῇ ἡλικίη.
χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
μηδ᾿ ἀναγκάζειν, ἀλλ᾿ ἀφαιρέειν τῶν προσθεσίων πρὸ
τῶν κρισίων.
νεωτεροποιέειν, μήτε φαρμακείῃσι, μήτ᾿ ἄλλοισιν ἐρεθισμοῖσιν,
ἀλλ᾿ ἐᾷν.
ξυμφερόντων χωρίων.
ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ.
οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· καὶ ὁκου δεῖ μέχρι λειποθυμίης
ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων.
χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν.
εὐφόρως φέρουσιν· τὰ δ᾿ ἐναντία, δυσχερῶς.
Aphorismi. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.