ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα· τὴν γὰρ μασχάλην
ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ
τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι. Ὑπεραιωρηθέντος
δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν.
Ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.
Vectiarius. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.