ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρὰς
μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ
ψαύῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον περιάγειν, καὶ περικάμπτειν,
καὶ μὴ ἐς εὐθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾿
ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην· ξυνωφελοίη δ᾿ ἂν καὶ
ἐπίστρεψις ἀγκῶνος ἐν τουτέοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ
δὲ ἐς τὸ πρηνές. Ἴησις δὲ, σχήματος μὲν, ὀλίγῳ ἀνωτέρω ἄκρην
τὴν χεῖρα τοῦ ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ πλευράς· οὕτω δὲ
καὶ ἀνάληψις, καὶ θέσις, καὶ εὔφορον· καὶ φύσις, καὶ χρῆσις ἐν
κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. Ἴησις
δὲ, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδέειν.
De articulis. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.