γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ
οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. Δῆλον
δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν
διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. Οἷσι δὲ τὸ τοιοῦτον,
οὐκ ἔτι ῥηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν· οὐδὲ γὰρ ἄλλην οὐδεμίην ῥηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν
ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλ᾿ ἀνάγκη ὄγκον ἴσχειν
τὴν διάστασιν. Ὡς δ᾿ ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν
ἐπιδέσει εἴρηται.
De fracturis. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.