γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον
ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων),
οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. Ἢν μὲν οὖν αὐτίκα παρατύχης,
βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως
ἐμπίπτει. Ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν·
κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. Ὡς δ᾿
ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδ᾿ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν,
ἥκιστα δὲ ἀγκῶνα.
De fracturis. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.