ΤΜΗΜΑ ΕΚΤΟΝ.
ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΟΝ.
ὀξύθυμοι. Οἱ μακρόβιοι πλείους ὀδόντας ἔχουσιν. Οἱ τραυλοὶ,
ταχύγλωσσοι, μελαγχολικοὶ, κατακορέες, ἀσκαρδαμύκται, ὀξύθυμοι.
Μεγάλη κεφαλὴ, ὀφθαλμοὶ μέλανες καὶ μεγάλοι, ῥῖνα παχείην καὶ
σιμὴν, ἐσθλοί. Χαροποὶ, μεγάλοι, κεφαλὴ σμικρὴ, αὐχὴν λεπτὸς,
στήθεα στενὰ, εὐάρμοστοι. Κεφαλὴ σμικρὴ, οὐδ᾿ ἂν εἴη τραυλὸς,
οὐδὲ φαλακρὸς, ἢν μὴ γλαυκὸς ᾖ.
λύεται, ἀπήλλακται τοῦ μεγάλου νοσήματος.
διδόναι τρὶς τῆς ἡμέρης, θερμήν.
μηνὶ, ἢ ἐνάτῳ, ἢ δεκάτῳ, καὶ ἵσταται τῇ φωνῇ, καὶ ἰσχὺς ἕπεται,
καὶ τῶν χειρῶν κρατέει. Τῆς φωνῆς λυομένης, πάντα λύεται, ἡ
γὰρ λύσις τῇ φθέγξει ὁμοίη, λύεται δὲ ἐν γονίμῃ.
γλέβες σφύζωσιν ἐν τῇσι χερσὶ, καὶ τὸ πρόσωπον ἐῤῥωμένον,
καὶ ὑποχόνδρια μὴ λαπαρὰ ᾖ, χρονίη ἡ νοῦσος γίνεται· ἄνευ σπασμοῦ
οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ
ἰσχία.
ἢν μὴ ψῦχος ᾖ· ἢν δὲ μὴ, ἄλητον ὡς θερμότατον διδόναι καὶ
οἶνον ἄκρητον.
ἢν μὴ τὰ ἄνω κατακορέα ᾖ, ἢ κύμινον διδόναι τρώγειν μετὰ τῶν
κυάμων.
ἐν γονίμῃ ἡμέρῃ, οὐδὲ ἂν ἀρχὴ γένοιτο, ἢν μὴ ἀγόνῳ ἡμέρῃ καὶ
μηνὶ, ἔτει δὲ γονίμῳ.
καὶ κύμινον τρίβοντα σὺν ἀλείφατι συναλείφειν.
ἀνάγκη γονίμῳ ἡμέρῃ, καὶ γονίμῳ μηνὶ, καὶ γονίμῳ ἔτει.
Προλέγειν δὲ ὀρθῶς ἂν ἔχοι θάνατον ἢ ὀδύνας ἰσχυρὰς, οἷον ὧν τὰ
ὄμματα μὴ ἔῤῥωται, ὑ θάνατος ἐν τάχει. Ἢν δὲ ἐν γονίμῳ
ἔτει γίνηται, ἀπ᾿ ἀμφοτέρων γονίμων ἀνάγκη γενέσθαι· ἢν δὲ ἀγόνῳ
ἔτει καὶ ἀγόνῳ ἡμέρῃ, θνήσκειν ἀνάγκη γονίμῳ ἡμέρῃ.
Τοῦ ἀριθμοῦ τρίτη, ἰσχυροτάτη.
φλεβοτομίη.
οὖν γάλα καὶ οἶνον ἴσον ἴσῳ.
ψελλοὶ, μανιώδεες, καὶ φαλακροί· τουτέων ὅσοι ἐκ γενεῆς καὶ
στρεβλοὶ, ἀσύνετοι, ἢ λιθιῶντες, ἢ μαινόμενοι· οἷσι δὲ μὴ ἑτέρου
κακοῦ λύσις.
ὀφθαλμὸς δεξιὸς, ταὐτὰ τῶν κάτω, καὶ ὅτι ἐμπέφυκε τοῖσι δεξιοῖσι
τὰ ἄρσενα.
παρὰ τὸν τιτθὸν προσβάλλειν.
δηλοῖ, καὶ γάλα τότε ἔχει.
ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιηρότερον
τὸ ἔμβρυον.
ταῦτα μέγιστον ἔχει μόριον συνέσιος.
φλεβοτομίη.
κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς.
ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται·
διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν
δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν
μὴ ψιλὸς ᾖ.
γάλα.
τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ
ἆσθμα λύει πάντα τουτέων γινομένων.
σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης.
Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν.
Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι.
γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ,
μυττωτὸν δριμύν.
ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα
διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ
κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ.
κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ
ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου
ἐσθίειν.
φλέγματος, ἀλλ᾿ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι
πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς
πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ
τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον
ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως,
ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω.
Τῷ μέλλοντε μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται
αὐτῷ ἐπὶ τοὺς τιτθούς.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.