ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.
ΦΥΣΙΟΓΝΩΜΟΝΙΗ.
Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδωπιώδεες
χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην
κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ
ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι,
ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ
δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ᾿ ἔχουσιν].
τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη,
λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν
ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ
μανίη.
ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν.
τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν,
ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἰσω, ἢν μὴ πυρεταίνῃ·
ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ
ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται, ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε
ἀλγέειν.
ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ
αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσαρας
γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν.
ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν.
κατάῤῥοοι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται
κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα.
ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν.
πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τάμνειν
δὲ τὰς εἴσω.
γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις,
ὀρχίων οἴδησις, μαζῶν ἄρσις.
περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις.
τῇ γονίμῃ μεθῇ ὁ πυρετὸς, ὑποτροπιάζειν ἀνάγκη.
ἂν ἡ φλὲψ ἡ ἐν τῷ ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος· ᾧ δ᾿ ἂν
ἀτρεμέῃ, τυφώδης.
ἕλκος, τὴν κεφαλὴν δὲ βρέχειν θερμῷ.
ὕδωρ θερμὸν διδόναι πίνειν, καὶ ἐμείτω.
ἀπολαβόντα τὴν φλέβα ἑλκῶσαι καὶ ὑγιῶσαι.
χειρὸς δακτύλων, ἄνευ πυρετοῦ, σχάσαι, ἢν μὴ τὴν κεφαλὴν ἀλγέῃ·
εἰ δὲ μὴ, ὕδωρ θερμὸν καταχεῖν.
κρόκου πέμπτον, πυρῆνος ἓν, ψιμυθίου ἓν, σμύρνης ἕν·
τὸ ὕδωρ κατὰ τῆς κεφαλῆς ψυχρὸν καταχεῖν, καὶ διδόναι σκόροδα
σὺν μάζῃ.
ῥῖνας προστιθέναι, ὥστε πτάρνυσθαι καὶ ἐπιλαμβάνειν τὰς ῥῖνας τῆς
πταρνυμένης καὶ τὸ στόμα.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.