πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων· μεταβολαὶ τουτέων, οἷα
ἐξ οἵων, ὡς ἔχει. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθόμεναι· μεταβολαὶ, ἐξ οἵων οἵως ἔχουσιν. Τὰ ἐσπίπτοντα, ἢ ἐξιόντα
πνεύματα, ἢ καὶ σώματα. Ἀκοαὶ κρείσσονες, αἱ δὲ λυποῦσαι. Καὶ
γλώσσης, ἐξ οἵων οἷα προκαλέεται. Πνεῦμα, τοσαύτη θερμότης,
ψυχρότης, παχύτης, λεπτότης, ξηρότης, πεπληρωμένον, μεῖόν
τε καὶ πλεῖον· ἀφ᾿ ὧν αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων, ὡς ἔχουσιν. Τὰ
ἴσχοντα, ἢ ὁρμῶντα, ἢ ἐνισχόμενα. Λόγοι, σιγὴ, εἰπεῖν ἃ βούλεται·
λόγοι, οὓς λέγει, ἢ μέγα, ἢ πολλοὶ, ἀτρεκέες, ἢ πλαστοί.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.