τικτόμενα ἀπόγοναι γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται.
Οἱ πόνοι ἐν περιόδοισιν, ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τριπλασίῃ
τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦται.
Καὶ ὅτι μετὰ γυναικεῖα τὰ δεξιὰ, τὰ δ᾿ ἀριστερὰ, χάσκων,
ὑγρότης διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι δὲ τὸ θᾶσσον
διακριθὲν, κινηθὲν, αὖτις αὔξεται βραδύτερον, ἐπὶ πλείονα δὲ
χρόνον. Οἱ πόνοι, τρίτῳ, πέμπτῳ, ἑβδόμῳ, ἐνάτῳ μηνὶ,
δευτέρῳ, τετάρτῳ, ἕκτῳ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.