γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα ἐπιπολαίως, ἦρεν
ἄχθος μέγα· αὐτίκα μὲν ψοφῆσαί τι ἐδόκεε κατὰ τὸ στῆθος· τῇ δ᾿ ὑστεραίῃ, ἆσθμά τε εἶχε καὶ ἤλγει ἰσχίον τὸ δεξιόν· ὁκότε τοῦτο
πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ, ἐπαύσατο· ἔπτυσεν
ἀφρώδεα, ἀρχομένη δὲ ἀνθηρὰ, κατασταθὲν δὲ ἐμέσματι χολώδει
ἐῴκει λεπτῷ· οἱ πόνοι μάλιστα μὲν, ὁκότε πονοίη τῇ χειρὶ ταύτῃ·
εἴργεσθαι σκορόδου, χοιρίου, ὄϊος, βοὸς, ἐν δὲ τοῖσι πνευμένοισι, βοῆς,
ὀξυθυμίης.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.