οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ
λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν· ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ
τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτω· καὶ ὅσαι ἄλλαι
ἀποστάσιες, οἷον σύριγγες, ἢ ἕτεραι· σκέψις, ἐφ᾿ οἷσι γινόμενα
ῥύεται, τούτων προγενόμενα κωλύει. Ἄλλου τόπου τόποι δεξάμενοι,
ἢ πόνῳ, ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.