ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
ξύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ἄλλων
ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ
φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις. Ἡ καθαίρεσις, δρόμοισιν,
ἡσυχίῃσιν, πάλῃσι, πολλοῖσι περιπάτοισι τάχεσιν, οἷσιν ἑφθὴ μάζα
τὸ πλεῖστον, ἄρτος ὀλίγος. Καθαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην
τῆς ἡμέρης φυλάσσειν· ἐξαπίνης γὰρ εἰρύεται· ὑφεῖναι τῶν πόνων,
ᾗ εἰρύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει· ὅταν δὲ δὴ ξυμπέσωσι,
προσάγειν ὕεια ὀπτά· ὅταν δὲ πληρῶνται, σημεῖον, αὖθις
τὸ σῶμα ἀνθηρὸν γίνεται. Ἐν γυμνασίοισι σημεῖον, ὁ ἱδρὼς
ὁ ῥέων στάγδην ὃς ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ ξύμπτωσις ἐξ
ἐπάρσιος.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.