ποιέειν τὸν ἄνθρωπον ἐσκέφθαι, καὶ πρότερον εἴρηται, καὶ τὰς ξυγγενείας
ὡς ἔχουσι πρὸς ἀλλήλους. Λέγω δὲ τὸ τοιοῦτον· εἰ γλυκὺς χυμὸς
μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ ξυγκρήσιος, ἀλλ᾿ αὐτὸς
ἐξιστάμενος, ποῖός τις πρῶτος γένοιτο, πικρὸς, ἢ ἁλμυρὸς, ἢ
στρυφνὸς, ἢ ὀξύς; Οἶμαι μὲν, ὀξύς. Ὁ ἄρα ὀξὺς χυμὸς ἀνεπιτήδειος προσφόρων ἂν τῶν λοιπῶν μάλιστα εἴη, εἴπερ ὁ γλυκύς
γε πάντων ἐπιτηδειότατος. Οὕτως, εἴ τις δύναιτο ζητέων
ἔξωθεν ἐπιτυγχάνειν, δύναιτ᾿ ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ
βέλτιστον· βέλτιστον δέ ἐστι τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου
ἀπέχον.
De prisca medicina. Hippocrates. ed. Émile Littré. Paris. 1839.
Funding provided by Andrew W. Mellon Foundation.