ἃ μεγάλα ἀλλήλων διαφέρει πρὸς τὰ παθήματα καὶ νοσέοντι
καὶ ὑγιαίνοντι, οἷον κεφαλαὶ σμικραὶ ἢ μεγάλαι, τράχηλοι λεπτοὶ
ἢ παχέες, μακροὶ ἢ βραχέες, κοιλίαι μακραὶ ἢ στρογγύλαι,
θώρηκος καὶ πλευρέων πλατύτητες ἢ στενότητες, καὶ ἄλλα μυρία,
ἃ δεῖ πάντα εἰδέναι ᾗ διαφέρει, ὅπως, τὰ αἴτια ἑκάστων εἰδὼς,
ὀρθῶς τηροίης.
De prisca medicina. Hippocrates. ed. Émile Littré. Paris. 1839.
Funding provided by Andrew W. Mellon Foundation.