BABPIOY ΜΥΘΙΑΜΒΟΙ ΑΙΣΩΠΕΙΟΙ.
πέμπτη σιδηρᾶ ῥίζα καὶ γένος χεῖρον. ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει· ἀγοραὶ δὲ τούτων ἡσαν ἐν μέσαις ὕλαις. ἐλάλει δὲ πέτρα καὶ τὰ φύλλα τῆς πεύκης,
ἐλάλει δὲ πόντος, Βράγχε, νηὶ καὶ ναύτῃ, στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν ἐφύετʼ ἐκ γἦς πάντα μηδὲν αἰτούσης, θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη. μάθοις δʼ ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης
ἐκ τοῦ σοφοῦ γέροντος ἡμῶν Αἰσώπου μύθους φράσαντος τῆς παλαιτέρας μούσης. ών νῦν ἕκαστον ἵνα θέῃς ἐνὶ μνήμῃ μελισταγές σοι, λῷστε, κηρίον θήσω, πικρῶν ἰάμβων σκληρὰ κῶλα συνθλάσας.
αὐτῷ μάχεσθαι. ,,μεῖνον“ εἶπε, ,,μὴ σπεύσῃς ἄνθρωπος αὐτῷ, ,,μηδʼ ἐπελπίσῃς νίκῃ· τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχών γνώσῃ τί σοι πτοητόν ἐστιν. εἶτα τοξεύει μικρὸν διαστάς. χώ μὲν οἰστὸς ἐκρύφθη
λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας ῶρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἰστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, ,,οὔ με πλανήσεις· φησίν, ,,οὐδʼ ἐνεδρεύσεις·
ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φοβερός ἐστι γιγνώσκω.“
εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγρούς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
τούς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν ,ὡς μάτην ἥκω· κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη,
ὅς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;“
τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δʼ ἱκέτευε ,,μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας.
ἡ δʼ εἶπε ,,καὶ πῶς ἔργον ἐκφανὲς κρύψω; τὸ κέρας κέκραγε, κἄν ἐγὼ σιωπήσω.“
ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.
ὁ δʼ ἄλλος εὐθύς εἰς τὸ δῶμα πηδήσας ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει. καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας ἀπῆλθʼ ὁ δʼ ἄλλος ἀμφέβαινε θηλείαις, ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.
ὁ δʼ αὐτὸν οὕτως ίκέτευεν ἀσπαίρων· τί σοι τὸ κέρδος; ἠ τίνʼ ὧνον εὑρήσεις; οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην πρὸς τῇδε πέτρῃ φυκὶς ἔκυσʼ ἐμὴ μήτηρ. νῦν οὑν ἄφες με, μὴ μάτην ἀποκτείνῃς.
ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις, τότʼ ἐνθάδʼ ἐλθών ὕστερόν με συλλήψψῃ.· τοιαῦτα μύζων ίκέτευε κἀσπαίρων, ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν·
ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.“
ἄν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνήσκω.“ ὁ δʼ ,οὐ προάξεις;“ εἶπε ,,μή μʼ ἐνοχλήσῃς.· εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας πεσών ἔκειτο νεκρός, ὡς προειρήκει.
τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων ἐπvʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους, καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. ὁ δʼ ἵππος ;;οίμοι τῆς κακῆς· ἔφη μγνώμης·
οὐ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην, τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρεία.“
ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, βαλών σαγήνην ἔλαβεν ἰχθύας πλείστους. ἐπὶ γῆς δʼ ἰδών σπαίροντας ἄλλον ἀλλοίως, τοιαῦτʼ ἐκερτόμησε, τὸν βόλον πλύνων. ,ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἥν ὑμᾶς
πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“
πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων λύχνοις ἐτίμα, καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν ηὔχεθ’ ίκέτευεν ἠρώτα, ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντων
ἡλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ ,,μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ. τούτῳ κεχόλωμαιʼ· φησίν ,,ῴ καλὴ φαίνῃ.“
ἐς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει τὸ πῦρ φλέγουσαν. ὴν δὲ ληίων ὥρη καὶ καλλίπαις ἂμητος ἐλπίδων πλήρης. ὁ δʼ ἠκολούθει τὸν πολύν κόπον κλαίων, οὐδʼ εἶδεν αὐτοῦ τὴν ἄλωνα Δημήτηρ.
ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας, καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν. χἡ μὲν χελιδὼν εἶπε „φιλτάτη, ζῴεις; πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων·
καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων. ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων· σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις. [ὕπαιθρον ὕλην λεῖπε, καὶ παῤ ἀνθρώποις ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.]
τί σε δροσίζει πηκτὸς ἔννυχος στίβη, καὶ καῦμα θάλπει, πάντα δʼ ἀγρότιν τήκει; ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μηνύσῃς ὅπου γεωργοῖς κοὐχὶ θηρίοις ᾄσεις.“ τὴν δʼ αὖτʼ ἀηδὼν ὀξύφωνος ἠμείφθη·
„ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, καὶ μή μʼ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω· οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.“
,,οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. πελαργός εἰμι (χἡ χρόη με σημαίνει), πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων. τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.“ κἀκεῖνος ,,ὦ πελαργέ, τίνι βίῳ χαίρεις,
οὐκ οἶδα“ φησίν· ,,ἀλλὰ τοῦτο γινώσκω, ἔλαβόν σε σὺν ταῖς τἆργα τἀμὰ πορθούσαις. ἀπολῇ μετʼ αὐτῶν τοιγαροῦν, μεθ᾿ ὧν ἥλως“
τέλος δʼ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.
λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ. ὁ δʼ ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ ,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις.“
ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. λύκαινα δʼ αὐτὸν ἡ σύνοικος ἠρώτα „πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθεις;·“
ὁ δʼ εἶπε „πῶς γάρ, ὃς γυναικὶ πιστεύω;“
„πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη· οὐδεὶς δʼ ὀδόντας ζῶντος εἶχεν αἰλούρου.“
βίᾳ νομίζων τὸν φοροῦντα συλήσειν· ὁ δʼ οὐ μεθῆκε, μᾶλλον ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δʼ ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας
ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δʼ αὖ προσῆγε τὴν ἕλην πλείω· καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη.
λέγει δʼ ὁ μῦθος ,,πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων.“
ἦν γὰρ πέπειρος κεἰς τρύγητον ἀκμαία. κάμνουσα δʼ ἄλλως (οὐ γὰρ ἴσχυε ψαύειν), παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην· „ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.“
θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα. θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου, ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“
γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει
τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“
ἤρα γυναικῶν δύο, νέας τε καὶ γραίας. νέον μὲν αὐτὸν ἡ νεᾶνις ἐζήτει βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη. τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,
ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, ἕως φαλακρὸν ἡ νέα τε χἡ γραίη ἔθηχʼ, ἑκατέρη τῶν τριχῶν ἀποσπῶσα· [ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο.
ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει· ἀεὶ γὰρ ἕν γε δακνόμενος ἀναλοῦται.]
λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην. ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.
ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφοβουμένους λύπης.]
τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης· ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“
ἐφʼ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.]
ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας ,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν·
ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν.“
αἱ δʼ ὡς ἐπέσχον, σφενδονῶντα τὰς αὔρας κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις
,,φεύγωμεν“ ἐκραύγαζον „εἰς τὰ Πυγμαίων. ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“
‚ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ᾿ ἡμᾶς.“
ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὗ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί „παῦε, μὴ πρίου. θᾶσσον σεαυτήν“ εἶπον „ἐκ μέσου ῥήξεις,
ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ.“
ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις, „σὺ δή“ λέγοντα „τἀμὰ νῦν ταλαντεύῃ·
ἓν γάρ με, νεκρὸν ἢ θεόν, σὺ ποιήσεις.“
ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους, ἀεὶ δʼ ἀτάκτως ὑπομένουσι κινδύνους. εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ γνώμῃ τʼ ἀρίστους, εἰς μάχην τε γενναίους, οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς ἴλας
λόχους τε καὶ φάλαγγας, ὡς ἐν ἀνθρώποις. ἐπεὶ δʼ ἐτάχθη πάντα καὶ συνηθροίσθη, οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους,
καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας. πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει. ἇλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις· τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν,
μόνοι θʼ ἑάλον αὐτόθεν μυχῶν πρόσθεν. νίκης δʼ ἐπʼ αὐτοῖς καὶ τρόπαιον εἱστήκει, γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.
ἰδὼν δʼ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν. ᾐρμένου δὲ τοῦ δείπνου παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.
ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.
ψᾶρές τʼ ὄλεθρος σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον εἰ τὴν σφενδόνην ποτʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην
ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας ἐδίδασκεν. ,,ὦ παῖ· χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον. ἡνίκʼ ἂν τοίνυν ἔλθωσʼ, ἐγὼ μέν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“
οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην,
ἑτέρου τὸν ὦμον, οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε ,,φεύγετʼ ἀνθρώπων γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.
[δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]
ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη, κἀπῆλθʼ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας. πεσὼν δʼ ἐν ὑγραῖς μητρὸς ἀγκάλαις „οἴμοι, τί ταῦτʼ;“ ἐφώνει „δυστυχὴς ἀποθνήσκω· τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.“
ἡ δʼ εἶπε „θάρσει κἀπόβαλλε, μὴ φείδου· οὐ γὰρ σά, τέκνον, ἀλλʼ ἐμεῖς τὰ τοῦ ταύρου.
τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.
ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων. θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην λεπτός τις ὢν κἀβληχρὸς οὐκ ἐπεπτώκει, αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη. σοφῶς δὲ κάλαμος εἶπε ,,μηδὲν ἐκπλήσσου.
σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“
ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν, ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη, ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας·
„εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“
τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, ὡς τοὺς ??ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“
πάθῃς τι τῶν ?? ὡς ὑπʼ οἰκείων.
ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων ὅπως ἐδείπνησʼ, εἶπε ,,πῶς γὰρ ἂν κρεῖττον, ὃς οὐδὲ ποίαν ἠλόων με γινώσκω;“
ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει. παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δʼ ἔφευγε, δίφαν οὐδέπω παύσας,
καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη, καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην· οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην,
τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.“
ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην.
αἶγας κερούχους ἀγρίας, πολὺ πλείους ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους, ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης, τὰς δʼ ἐνδίους ἀφῆκε μακρὰ λιμώττειν. ὡς δʼ ᾐθρίαζε, τὰς μὲν εὗρε τεθνώσας,
αἱ δʼ οὐκ ἔμειναν, ἀλλʼ ὀρῶν ἀβοσκήτων ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων. ὁ δʼ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους, αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰς κρείσσους, οὐκ ὤνατ᾿ οὐδʼ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.
ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων. ἐλθὼν δʼ ἕκαστος τῆς πόας ἀποτρώγων ᾔει πρὸς ὕλας· ✶ ✶ ✶ ✶ ✶ ἔλαφος δὲ λιμῷ κοὐ νόσῳ κατεσκλήκει, μή πω κορώνην δευτέραν ἀναπλήσας,
ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.
δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην. „πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.“ οἱ δʼ οὐ γὰρ ἡδύναντο· „κατὰ μίαν τοίνυν πειρᾶσθʼ.“ ἑκάστης δʼ εὐχερῶς καταγείσης,
,,ὦ παῖδες, οὕτως“ εἶπεν, „ἂν μὲν ἀλλήλοις ὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὑμᾶς βλάεψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ· ἢν δʼ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην, πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾷ ῥάβδῳ.“
θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην. ὁ δʼ εἶπεν ,,ἂν μὴ τοῦτό μοὐπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“
ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην. ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην, ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πταίῃ.“
καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“ ὁ δʼ οὐ προδώσειν ὤμνυ᾿· ἡ δʼ ἀπεκρύφθη. ἦλθεν κυνηγός, καὶ τὸν ἄνδῤ ἐπηρώτα τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. „οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων
τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη. ὁ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου, σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης
„ζωαγρίους μοι χάριτας“ εἶπεν „ὀφλήσεις. „ἐρρυσάμην σε“ φησίν· „ἀλλά μου μνήσκου.“ ,πῶς οὐκ ἄν, εἶπεν ,ὧν γε μάρτυς εἰστήκειν; ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας.‘
ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου· πόσην γὰρ ὁλκὴν τοὐμὸν οἷμα προσθήσει; ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, ἔστιν μάγειρος, ὅς με συντόμως θύσει·
πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει.“
,,ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις ἄλλων ἐπʼ ὤμοις φερομένη σιωπώντων;“
ἡ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις· ἔπειτα δʼ εἴθε τυφλὸς ὢν ὑπηντήκοις· τρίτον δʼ ἐπʼ αὐτοῖς εἴθε μὴ σύγʼ εἰς ὥρας ἵκοιο, μηδὲ πάλιν ἐμοὶ συναντήσαις·“
τὸν βοῦν „τίς ἄξει τῷ γέροντι τὰ σκεύη;“ ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν „ὅσπερ εἰώθει.“
γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη. ἡ δʼ εἶπεν οὕτω. „Ζεὺς μὲν οἶδε τὴν νίκην, ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.“
νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει, λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δʼ ὥσπερ πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον,
ἐκένωσαν αὐτὴν οὐδʼ ἀφῆκαν εἰς ἄλλους ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην, ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείας.
διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμᾶς
ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.
ὁ δʼ αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις κριτὴς ὁ μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει. κἀκεῖνος, ὡς πέφυκε, πάντας ἐχθραίνων, πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου, τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι,
ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γʼ ἀνθρώπου, μὴ σχεῖν θυρωτὰ μηδʼ ἀνοικτὰ τὰ στήθη, ὡς ἂν βλέποιτʼ ἐς τὸν πέλας τί βουλεύοι· τῆς οἰκίας δέ, μὴ τροχοὺς σιδηρείους ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους ἄλλους
συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις.
θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, τά τʼ εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην ἤμειβον ἀεί, δεῖπνα δʼ εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ,
πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“
ἄφνω δʼ ἔπαυσε τὸν δρόμον κατηφήσας· ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.
καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει.“ κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις „ἀγαθὸν μέν“ εἶπεν „οὐδʼ ἂν εἷς τις ἡρώων ὦ τᾶν παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει· κακῶν δὲ πάντων, ἅ γε σύνεστιν ἀνθρώποις,
δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις, εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς. πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας εἰ θύσεις.“
στέγη τε μελάθρων εἰμὶ καὶ τρόπις πλοίων, δένδρων τοσούτων ἐκπρεπεστάτη πάντων“, βάτος πρὸς αὐτὴν εἶπεν „ἢν λάβῃς μνήμην τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων, τῶν πριόνων τε τῶν ἀεί σε τεμνόντων,
βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ.“
σὺ δʼ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις χαμαὶ πτερύσσῃ“ φησίν, ,,οὐδʼ ἄνω φαίνῃ.“
κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων, ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων. διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.
καὶ „τὴν μὲν αὐτός“ φησί „λήψομαι πρῶτος· βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δʼ αὕτη κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν.“
δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει.
λαχὼν δʼ ὁ Φοῖβος, χρυσέην τε κυκλώσας τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος τὸ βέλος ἔπηξεν ἐντὸς ἑσπέρου κήπου. ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει, καί „ποῦ βάλω, παῖ,“ φησίν ,,οὐκ ἔχω χώραν.“
τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.
ὁ δʼ εἶπεν ,,ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σῴζων.“
ἕπεται δὲ ταύτῃ πανταχοῦ βαδιζούσῃ. μήτʼ οὖν ἔθνη που, μὴ πόλεις τὰς ἀνθρώπων ὕβρις ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις, ἐπεὶ μετʼ αὐτὴν πόλεμος εὐθέως ἥξει.
ἤκουσε δʼ ἡ θάλασσα, καὶ γυναικείην λαβοῦσα φωνὴν εἶπε „μή με βλασφήμει· ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων, ἄνεμοι δέ, πάντων ὧν ἐγὼ μέση κεῖμαι. τούτων δὲ χωρὶς ἂν ἴδῃς με καὶ πλεύσῃς,
ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης.“
ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη, καὶ θερινὸν ὕδωρ καὶ διαυγὲς εἰστήκει· πάντων τʼ ἐπʼ αὐτὸ φῦλον ἦλθεν ὀρνίθων, πρόσωπα δʼ αὑτῶν ἐξέλουε καὶ κνήμας, ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας.
ἦλθεν δʼ ἐκείνην καὶ κολοιὸς εἰς κρήνην γέρων, κορώνης υἱός, ἄλλο δʼ ἐξ ἄλλου πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη, καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων.
ὁ Ζεὺς δʼ ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην, εἰ μὴ χελιδὼν αὐτόν, ὡς Ἀθηναία, ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη. ὁ δʼ εἶπεν αὐτῇ „μή με συκοφαντήσῃς. τὸν δʼ ἆρα τρυγὼν ἐσπάραττε καὶ κίχλα
καὶ κίσσα καὶ κορυδαλὸς οὑν τάφοις σπίζων, χὡ νηπίων δὲ φηλὸς ὀρνέων ἵρηξ, τά τʼ ἄλλʼ ὁμοίως. καὶ κολοιὸς ἐγνώσθη.
πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων, κριθὰς μὲν ἵππῳ, λάθυρα δʼ ἐργάτῃ ταύρῳ· ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει. ξενίας δʼ ἀμοιβὴν ἀντέδωκαν ἀνθρώπῳ μερίσαντες αὐτῷ τῶν ἐθῶν ἀφʼ ὧν ἔζων,
ὁ μὲν ἵππος εὐθύ· διόπερ ἐν χρόνοις πρώτοις ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην· ὁ δὲ βοῦς μετʼ αὐτόν· διόπερ εἰς μέσους ἥκων μοχθεῖ φίλεργός τʼ ἐστὶν ὄλβον ἀθροίζων. ὁ κύων δʼ ἔδωκε, φασί, τοὺς τελευταίους·
διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας, καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει, ἀεὶ δʼ ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.
„ἕτοιμα δεῖ σε πάντʼ ἔχειν· ἀποθνήσκεις. οὐκ ἐξαπατῶ σε“ φησίν „οὐδʼ ἐνεδρεύω· τὴν αὔριον γὰρ τό γʼ ἄκρον οὐχ ὑπερβήσῃ.“ ταῦτʼ εἶπε, καὶ τὸ λοιπὸν οὐκέτʼ εἰσῄει. χρόνῳ δʼ ἐκεῖνος ἐκ νόσων ἀνασφήλας
προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων. ὁ δʼ ἰατρὸς αὐτῷ „χαῖῤ“ ἔφη συναντήσας, καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα. κἀκεῖνος εἶπεν „ἠρεμοῦσι τῆς Λήθης πιόντες. ἡ Κόρη δὲ χὡ μέγας Πλούτων
πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν ἐπὶ τῷ θεραπεύειν τοὺς νοσοῦντας ἀνθρώπους, ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις καὶ σὲ γράφειν ἔμελλον· ἀλλʼ ἐγὼ δείσας εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων,
κἀπώμοσʼ αὐτοῖς ὅτι σὺ ταῖς ἀληθείαις ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης.“
καὶ μισθὸν ἱππεὺς οὐκέτʼ εἶχεν ἐκ δήμου, τότʼ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων, μισθῷ τε φόρτον ἔφερεν ἄλλοτʼ ἀλλοῖον, τὸ πνεῦμα σῴζων ἐπʼ ἀχύροισι δυστήνοις,
σάγην δὲ νώτοις ἔφερεν οὐκέθʼ ἱππείην. ὡς δʼ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη, σάλπιγξ τʼ ἐκέλευε πᾶσιν ἀσπίδα σμήχειν ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν, κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας
ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων. ὁ δʼ ὀκλάσας ἔπιπτεν οὐκέτʼ ἰσχύων. „ἔντασσε πεζοῖς σαυτόν“ εἶπεν „ὁπλίταις σὺ γάρ μʼ ἀφʼ ἵππων εἰς ὄνους μεταστήσας πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;“
θηητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις, ὄνυξι πάντων θηρίων κατισχύεις. ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις. κόραξ δʼ ἐπαίνῳ καρδίην ἐχαυνώθη, στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει.
τὸν δʼ ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ „οὐκ ἦσθʼ ἄφωνος“ εἶπεν „ἀλλὰ φωνήεις. ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει.“
τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;“
ἀλλʼ οὔτʼ ἐκείνην εὗρεν οὔθ᾿ ὃ βεβλήκει, πεινῶσα δʼ ὀπίσω τὸν πόρον διεξῄει.
πρὸς μῦν ὁ πάντων θηρίων τυραννεύων. ὁ δʼ „οὐχὶ τὸν μῦν“ εἶπεν, „ὦ παλαμναίη, δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων· χαίτην δʼ ἔμελλε τὴν ἐμὴν καταισχύνειν.“
κἂν μικρὸν ᾖ, κώλυε, μηδὲ συγχώρει εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις.]
καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.“
ὁ δʼ „οὐ μέλει μοι“ φησίν „οὔτʼ ἑὰν μείνῃς οὔτʼ ἂν ἀπέλθῃς· οὐδʼ ὅτʼ ἦλθες ἐγνώκειν.“
εἰ μὴ προάξει, τὴν μάχην δʼ ἐνεδρεύσει. „ἀκούσατʼ“ εἶπεν ,,οὗ χάριν διατρίβω, τί δʼ εὐλαβοῦμαι· χρὴ δʼ ἀεὶ προβουλεύειν. τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων ἕν ἐστιν· ἡμῶν δʼ ἦλθον οἱ μὲν ἐκ Κρήτης,
οἱ δʼ ἐκ Μολοσσῶν, εἰσὶν οἳ δʼ Ἀκαρνάνων, ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην αὐχοῦσιν, ἄλλοι δʼ ἄλλοθεν. τί μηκύνω; τὸ χρῶμα δʼ ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις, ἀλλʼ οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις,
ἔνιοι δὲ λαμπροὶ καὶ διάργεμοι στήθη, ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην εἰς πόλεμον ἄρχειν“ εἶπε „τῶν ἀσυμφώνων πρὸς τοὺς ὅμοια πάντʼ ἔχοντας ἀλλήλοις;“
τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.]
ἐξέφαγε· γαστὴρ δʼ, ὥσπερ εἰκός, ὠγκώθη, στενῆς δὲ τρώγλης οὐκέτʼ εἶχεν ἐκδῦναι. ἑτέρα δʼ ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ, σκώπτουσα „μεῖνον“ εἶπεν ,,ἄχρι πεινήσῃς· οὐδʼ ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην
τὴν γαστέρα σχῇς, ἡλίκην ὅτʼ εἰσῄεις.“
φίλος εἶ; τί δάκνεις; ἐχθρὸς εἶ; τί οὖν σαίνεις;“
ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε „νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“ καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουεν αὐτοῦ, τῷ τε πατρὶ μηνύει,
σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δʼ εἶπεν „οὔπω καιρός ἐστι νῦν φεύγειν· ὃς γὰρ φίλοις πέποιθεν, οὐκ ἄγαν σπεύδει.“ ὡς δʼ αὖτις ἦλθεν, ἡλίου δʼ ὑπʼ ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας
μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν, μισθὸν δέ φησι δραγματηφόροις δώσειν, εἶπεν κορυδαλὸς παισὶ νηπίοις ,,ὥρη νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν, ὅτʼ αὐτὸς ἀμᾷ κοὐ φίλοισι πιστεύει.“
„ἐγὼ οὐ περυσινός, ὅς γʼ ἐπʼ ἔτος ἐγεννήθην.“ „οὐκοῦν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;“ ,,οὔπω τι χλωρὸν ἔφαγον, οὐδʼ ἐβοσκήθην.“ ,,οὐδʼ ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;“ „θηλὴ μεθύσκει μέχρι νῦν με μητρῴη.“
τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων ,,ἀλλʼ οὐκ ἄδειπνον“ εἶπε „τὸν λύκον θήσεις, κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς.“
ὁ δʼ εἶπεν ,,οὐ σέ, τὸν λέοντα δʼ ἐκκλίνω. ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης· ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου.“
ἴχνη λέοντος, ὅστις ὧδε φωλεύει;“ κἀκεῖνος εἶπεν „ἀλλὰ σὺν θεῷ βαίνεις· αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω.“ ὁ δʼ ὠχριήσας γομφίους τε συγκρούων „μή μοι χαρίζου“ φησί „πλεῖον οὗ χρῄζω,
τὸ δʼ ἴχνος εἰπέ· τὸν λέοντα μὴ δείξῃς.“
μωρὰ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης πέμπειν ἕμελλεν. ἀλλά τις γέρων ἤδη κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας „καινῆς γε ταύτης“ εἶπε „τῆς μεσιτείης. ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,
διʼ οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;“
ὁ δʼ ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει. κἀκεῖνος αὐτῷ, κάρχαρόν τι μειδήσας, „σοὶ μισθὸς ἀρκεῖ“ φησί „τῆς ἰατρείης κεφαλὴν λυκείου φάρυγος ἐξελεῖν σῴην.“
ἀλλʼ ἀρκέσει σοι μή τι τῶν κακῶν πάσχειν.]
πεινῶ γὰρ ἐλάφου τῆς ὑπ᾿ ἀγρίαις πεύκαις κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης, καὶ νῦν διώκειν ἔλαφον οὐκέτʼ ἰσχύω· σὺ δʼ ἂν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις.“
ἀπῆλθε κερδώ, τὴν δʼ ὑπ᾿ ἀγρίαις ὕλαις σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης. ἔσκυσσε δʼ αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν προσεῖπε, χρηστῶν τʼ ἄγγελος λόγων ἥκειν. „ὁ λέων“ ἔφασκεν, ,,οἶδας, ἔστι μοι γείτων,
ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνήσκειν. τίς οὖν μετʼ αὐτὸν θηρίων τυραννήσει, διεσκοπεῖτο. σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης, τίγρις δʼ ἀλαζών καὶ τὸ πᾶν ἐρημαίη.
ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει· γαύρη μὲν εἶδος, πολλὰ δʼ εἰς ἔτη ζῴει, κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει, δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων. τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,
μέλλεις τʼ ἀνάσσειν θηρίων ὀρειφοίτων. τότʼ οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη, δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης. ταῦτʼ ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ·
χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις. δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης κεφαλῆς ἀκούεις. ἔπρεπέ σοι παρεδρεύειν ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν. τὰ μικρὰ πείθει τοὺς ἐν ἐσχάταις ὥραις·
ψυχαὶ δʼ ἐν ὀφοθαλμοῖσι τῶν τελευτώντων. ὣς εἶπε κερδώ. τῆς δʼ ὁ νοῦς ἐχαυνώθη λόγοισι ποιητοῖσιν, ἦλθε δʼ εἰς κοίλην σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει. λέων δʼ ἀπʼ εὐνῆς ἀσκόπως ἐφορμήσας
ὄνυξιν οὔατ᾿ ἐσπάραξεν ἀκραίοις, σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας. κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις, ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.
κἀκεῖνος ἐστέναζε τὸ στόμα βρύχων (ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη), πάλιν δὲ κερδοῦν ἱκέτευε φωνήσας ἄλλον τινʼ εὑρεῖν δεύτερον δόλον θήρης. ἡ δʼ εἶπε κινήσασα βυσσόθεν γνώμην
„χαλεπὸν κελεύεις, αὖθις ἀλλʼ ὑπουργήσω. καὶ δὴ κατʼ ἴχνος ὡς σοφὴ κύων ᾔει, πλέκουσα τέχνας καὶ πανουργίας πάσας, ἀεὶ δʼ ἕκαστον ποιμένων ἐπηρώτα μή πού τις ἔλαφος ᾑματωμένη φεύγει.
τὴν δʼ ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει, ἕως ποθʼ εὗρεν ἐν κατασκίῳ χώρῳ δρόμων ἀναψύχουσαν. ἡ δʼ ἀναιδείης ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει. ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,
χολῇ δʼ ἐπέζει καρδίην, ἔφη δʼ οὕτω· ,,σὺ νῦν διώκεις πανταχοῦ μʼ ὅποι φεύγω. ἀλλʼ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις, ἤν μοι προσέλθῃς καί τι γρύξαι τολμήσῃς. ἄλλοις ἀλωπέκιζε τοῖς ἀπειρήτοις,
ἄλλους δὲ βασιλεῖς ὑπερέθιζε καὶ ποίει.“ τῆς δʼ οὐκ ἐτράφθη θυμός, ἀλλʼ ὑποβλήδην „οὕτως ἀγεννής“ φησί „καὶ φόβου πλήρης πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων σοι συμφέροντα βουλεύων
μέλλων τʼ ἐγείρειν τῆς πάροιθε νωθείης ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνήσκων· ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν, ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις· σὺ δʼ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,
βίῃ δʼ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης. καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται, λίην ἄπιστον πειράσας σε καὶ κούφην, βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν. οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ. ἀλλʼ ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναία, μηδʼ ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης. ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας, οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,
ὡς οὐδὲν ἐχθρὸν οἶδεν, ἀλλʼ ὑπ᾿ εὐνοίης τίθησι πάντων κυρίαν σε τῶν ζῴων.“ τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,
λέων μὲν αὐτὸς εἶχε δαῖτα παντοίην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων· ἡ δʼ ἀγωγὸς εἱστήκει πεινῶσα θήρης, καρδίην δὲ νεβρείην λάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως,
καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει. λέων δʼ ἕκαστον ἐγκάτων ἀριθμήσας, μόνην ἀπʼ ἄλλων καρδίην ἐπεζήτει, καὶ πᾶσαν εὐνὴν πάντα δʼ οἶκον ἠρεύνα. κερδὼ δʼ ἀπαιολῶσα τῆς ἀληθείης
,,οὐκ εἶχε πάντως“ φησί· „μὴ μάτην ζήτει. ποίην δʼ ἔμελλε καρδίην ἔχειν, ἥτις ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;“
ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύρας λεοντείους ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη, σφαγίδας, μαχαίρας βουδόρους νεοσμήκτους, πρὸς τῇ θύρᾳ δὲ μηδέν, ἀλλὰ δεσμώτην ἀλεκτορίσκον, ᾤχετʼ εἰς ὄρος φεύγων.
ἐμέμφεθʼ ὁ λέων ὕστερον συναντήσας. ὁ δʼ „ἦλθον“ εἶπε, „καὶ τὸ σύμβολον δώσω· οὐκ ἦν ὅμοιον θῦμα τῷ μαγειρείῳ.“
τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει; φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων· σὺ δʼ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δʼ ἡμῖν φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει ἀφόβως περιλαβεῖν; τίς δʼ ἰδοῦσα μὴ κλαύσῃ;
πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρῄζεις, μηδʼ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίγνου.“ ὁ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας ἐξεῖλε τοὺς ὀδόντας, εἶθʼ ὑπὸ σμίλης ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας
τὴν παῖδʼ ἀπῄτει. τὸν δʼ ἕκαστος ἠλοία, ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων. ἔκειτο δʼ ἀργὸς ὥσπερ ὗς ἀποθνήσκων, γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώπους
ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.
,,ὁ δέ σοι τράχηλος“ εἶπε „πῶς ἐλευκώθη;“ „κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ, ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας.“ λύκος δʼ ἐπʼ αὐτῷ καγχάσας „ἐγὼ τοίνυν χαίρειν κελεύω“ φησί „τῇ τροφῇ ταύτῃ,
διʼ ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει.“
πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“
κερδὼ δʼ ἐπισκώπτουσα ,,μὴ φρενωθείην ἔφη ,,τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“
τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῴων, δίκας τε δοῦναι καὶ λαβεῖν παῤ ἀλλήλων. τὰ ζῷα πάντα δʼ ὡς ὑπέσχον εὐθύνας, λύκος μὲν ἀρνί, πάρδαλις δέ γʼ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, πάντα δʼ εἶχεν εἰρήνην,
ὁ πτὼξ λαγωὸς εἶπεν „ἀλλʼ ἐγὼ ταύτην τὴν ἡμέραν ἀεί ποτʼ ηὐχόμην, ἥτις καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει.“
φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων. θηρῶν δʼ ἐπʼ αὐλὰς ἦλθεν ἄγγελος φήμη, καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου, ἐπισκοπήσων δʼ εἷς ἕκαστος εἰσῄει. τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως
κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει. σοφὴ δʼ ἀλώπηξ ὑπενόησε, καὶ πόρρω σταθεῖσα ,,βασιλεῦ, πῶς ἔχεις;“ ἐπηρώτα. κἀκεῖνος εἶπε „χαῖρε, φιλτάτη ζῴων. τί δʼ οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;
δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης.“ „σῴοιο“ φησίν· „εἰ δʼ ἄπειμι, συγγνώσῃ· πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει, ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις.“
ἠλαζονεύετ᾿. ἀλλὰ δὴ κύων γραίη πρὸς αὐτὸν εἶπεν ,,ὦ τάλαν, τί σεμνύνῃ; οὐ κόσμον ἀρετῆς τοῦτον οὐδʼ ἐπεικείης, σαυτοῦ δʼ ἔλεγχον τῆς πονηρίας κρούεις.“
λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων „σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη.“
πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων θηρῶ ὅμιλος ἡμέρως συνηυλίσθη· ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶν τε συσσίτοισι διανέμων μοίρας, ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,
ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δή ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν λέων τίνʼ εἶχεν αἰτίην διηρώτα, δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσα.
„κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθεις· φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ ἡ δʼ εἶπεν ,,ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω· οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
τὰ δʼ ἔπειτα“ φησί ,,προσκοπουμένη κλαίω. καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι, τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.“ ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας
εἶπεν „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“
θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν· μυὸς δὲ δεῖπνον οὐδʼ ἄκρων ἐπιψαῦσαι χειλῶν θέμις σῶν. ἀλλὰ λίσσομαι, φείδου. ἴσως χάριν σοι τῆσδε μικρὸς ὢν θήσω.“ γελάσας δʼ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζῶντα,
καὶ φηλαγρευταῖς ἐμπεσὼν νεανίσκοις ἐδικτυώθη, καὶ σφαλοῖς ἐδεσμεύθη. ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας, στερρόν τʼ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας, ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.
Αἴσωπος ὁ σοφός, εἶπε καὶ Λιβυστίνοις λόγους Κυβίσσης. ἀλλʼ ἐγὼ νέῃ μούσῃ δίδωμι φαλάρῳ χρυσέῳ χαλινώσας τὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην. ὑπʼ ἐμοῦ δὲ πρώτου τῆς θύρας ἀνοιχθείσης
εἰσῆλθον ἄλλοι, καὶ ψοφωτέρας μούσης γρίφοις ὁμοίας ἐκφέρουσι ποιήσεις, μαθόντες οὐδὲν πλεῖον ἢ γεγωνίσκειν. ἐγὼ δὲ λευκῇ μυθιάζομαι ῥήσει, καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγων,
ἀλλʼ εὖ πυρώσας, εὖ δὲ κέντρα πρῃύνας, ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω.
ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης· τρώγων δʼ ἀραιὰς καὶ διαβρόχους σίτου ῥίζας μελαίνῃ συμπεφυρμένας βώλῳ „μύρμηκος“ εἶπε „ζῇς βίον ταλαιπώρου, ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων.
ἐμοὶ δʼ ὑπάρχει πολλὰ καὶ περισσεύει· τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείας. εἰ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσῃ, παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην.·“ ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας
εἰς οἶκον ἐλθεῦν ὑπό τε τοῖχον ἀνθρώπου. ἔδειξε δʼ αὐτῷ, ποῦ μὲν ἀλφίτων πήρη, ποῦ δʼ ὀσπρίων ἦν σωρὸς ἢ πίθοι σύκων στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων. ὁ δʼ ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη
καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων, ἀνέῳξε τὴν θύραν τις· ὁ δʼ ἀποπηδήσας στεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης, ἄσημα τρίζων τόν τε πρόξενον θλίβων. μικρὸν δʼ ἐπισχὼν εἶτʼ ἔσωθεν ἐκκύψας
ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης· ἕτερος δʼ ἐπῆλθεν ἄλλο τι προαιρήσων· οἱ δʼ ἔνδον ἐκρύβοντο. μῦς δʼ ἀρουρίτης „τοιαῦτα δειπνῶν“ εἶπε ,,χαῖρε καὶ πλούτει, καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις,
ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων. ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφʼ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω.“
ὤλισθεν ἄκων εἰς τι ῥεῖθρον ἐξαίφνης, καὶ συντακέντων τῶν ἁλῶν ἠλαφρύνθη, ῥᾴων δʼ ἀνέστη καὶ παρῆν ἀμοχθήτως εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας, πάλιν γομώσων τὸν ὄνον ἦγε, καὶ πλείω
ἔτʼ ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην, ἑκὼν κατέπεσε, καὶ πάλιν δʼ ὅλους τήξας γαύρως ἀνέστη κοῦφος ὥς τι κερδήνας. ὁ δʼ ἔμπορος τέχνην τινʼ ἐπινοῶν πλείους
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους ἐκ τῆς θαλάσσης, τούς θʼ ἅλας μεμισήκει. ὁ δʼ ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη,
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει, διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας „οὐχ ὁ μέγας αἰεὶ δυνατός. ἔσθʼ ὅπου μᾶλλον
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“
πνοῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων εἶπέν τις αὐτῷ „φαῖνε, λύχνε, καὶ σίγα· τῶν δʼ ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει.“
,,πόσον, χέλυνα, μισθὸν αἰετῷ δώσεις, ὅστις σʼ ἐλαφρὴν καὶ μετάρσιον θήσω;“ „τὰ τῆς ἐρυθρῆς πάντα δῶρά σοι δώσω.“ „τοιγὰρ διδάξω“ φησίν. ὑπτίην δʼ ἄρας ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας
ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων. ἡ δʼ εἶπεν ἐκψύχουσα „σὺν δίκῃ θνήσκω· τίς γὰρ νεφῶν μοι καὶ τίς ἦν πτερῶν χρεία, τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;“
τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσʼ ἐποίει τὴν προθυμίην πλήρη. ἀνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον. καὶ τῇ συνεύνῳ φησί „μηδὲν ἐκπλήσσου, τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους ἥκειν.“ ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει.
καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἶα συμβαίνει, πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων, σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν· ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους. Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων
„εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς ὑμῶν εἶναι δικαστὰς οἷος εἶ σὺ μυρμήκων ;“
οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων. ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης ἅπαντας ἐξῆς ἔφαγεν. ἡ δὲ δειλαίη παίδων ἀώρων συμφορὰς ἀπεθρήνει, „οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης·
ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.“
χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης, ὃν συλλέγων ἅνθρωπος εἶπεν „Ἑρμεία, σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων, ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἡμᾶς, ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω.
οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων, ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.“ „καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ, ὅς σαυτὸν οὕτω χλωρὸν ὅντα μὴ σῴζεις;“
σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις. χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφην, ἐκ τοῦ ποδός μου τὴν ἂκανθαν εἰρύσσας, ὥς μου κατέλθῃ πνεῦμʼ ἀναλγὲς εἰς ᾅδου.“ κἀκεῖνος εἰπών „χάριτος οὐ φθονῶ ταύτης
ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. ὁ δʼ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης τὸν κνηκίαν χάσκοντα λακτίσας φεύγει, ῥῖνας μέτωπα γομφίους τʼ ἀλοιήσας. „,οἴμοι“ λύκος, ,,τάδʼ“ εἶπε „σὺν δίκῃ πάσχω·
τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, μαθὼν ἀπʼ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;“
εὑρὼν δʼ ὅμοια τἆνδον ὀρνέοις ἄλλοις ᾤμωζε πολλὸν ἐλπίδων ἀτευκτήσας· πλείονος ἔρως γὰρ ἐστέρησε τῶν ὄντων.
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι. „τὸ λοιπόν“ εἶπε δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις ;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας ,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας·
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει.
„καὶ μὴν πίθηκος ἐχθές“ εἶπε ,,καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“
οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην περιόντες ἐλέγοντʼ ὄψα· τίς γὰρ ἀγροίκων οὐκ οἶδεν ττιν λευκόν, ὡς ἐπηρώθη; τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; . . . .
ἡ δʼ εὐθὺ πρὸς τάδʼ εἶπεν ἡ βαθυγνώμων „ὅτι πρὸ τοῦ μὲν παρʼ ὀλίγοισιν ἦν ψεῦδος, νῦν δʼ εἰς ἅπανία βροτὸν ἐλήλυθε ψεῦδος. εἰ δʼ ἔστιν εἰπεῖν καὶ κλύειν ἐμοῦ βούλῃ, ὁ νῦν πονηρὸς βίοτός ἐστιν ἀνθρώπων.“
ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. τῶν ὀστράκων δὲ κεχυμένων ἐπʼ ἀλλήλοις τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτʼ εὐθύνοι. τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν
ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.
πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἡ τροφὴ γαίης ἅπασ’· ἐν ὄρεσι δʼ εὐθαλὲς τί γεννᾶται; βοτάνη γʼ ὀρείῃ καὶ δρόσου γεμισθεῖσα, φέρβεις δʼ ἄρʼ ἡμῖν τὴν κύνʼ ἐν μέσοις ταύτην, τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ.
τούτων ἀκούσασʼ ἡ κύων ἔφη τοῖα· „εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην, οὐκ ἄν ποθʼ ὑμεῖς ἔσχετʼ ἄφθονον ποίην· ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα.“
ὁ δέ γʼ ὄνος οὖ τὰς νύκτας ἠλέει πάσας πυρὸν φίλης Δήμητρος, ἡμέρας δʼ ὕλην κατῆγʼ ἀφʼ ὕψους, ἐξ ἀγροῦ θʼ ὅσων χρεία. καὶ νῦν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης ἔτρωγε κριθῆς χόρτον ὥσπερ εἰώθει.
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμωξας, σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας ἐς μέσσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων. σαίνων δʼ ὁποῖα, καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἐς μέσον βαλών ἔθλα, ἅπαντα δʼ εὐθὺς ἠλόησε τὰ σκεύη. δειπνοῦντα δʼ ἐγγὺς ἦλθε δεσπότην κύσσων, νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσοισι τοῦτον ὡς εἶδον,
ἐσάωσαν. . . . . . . . . . . κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων ἔκτεινον, ὡς δὴ καὐτὸς ὕστατ’ ἐκπνείων „ἔτλην“ ἔλεξεν „οἷα χρή με, δυσδαίμων· τί γὰρ παρʼ οὐρήεσσιν οὐκ ἐπωλεύμην,
βαιῷ δʼ ὁ μέλεος κυνιδίῳ παρισούμην ;“
. . . . . ὄγκωμα μέχρι βουβῶνος.
καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν . . . . ζωὴ γὰρ αὐτῆς ἐστὶ πετομένης κέντρον.
„τί οὖν ἐποίεις φησί ,,τῷ θέρει τούτῳ;“ ,οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων.“ γελάσας δʼ ὁ μύρμηξ, τόν τε πυρὸν ἐγκλείων, „χειμῶνος ὀρχοῦ“ φησίν, „εἰ θέρους ᾖσας.“
ἢ τὸ προσέχειν νοῦν τέρψεσίν τε καὶ κώμοις.]
Fabulae Aesopeae. Babrius. ed. Friedrich Schneidewin. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.