II.
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.
α΄.
οῦσα φανερὸν αὐτό· νῦν δὲ περὶ τῶν τῆς λέξεως σχη- μάτων ποιησόμεθα τὸν λόγον, ἐπεὶ δʼ, ὡς ἂν εἴποι τις, τὰ πρῶτα καὶ ἀνωτάτω σχήματα τῆς λέξεώς ἐστι περίο- δος καὶ κῶλον καὶ κόμμα· διὰ τούτων γὰρ πᾶσα λέξις
πλέκεται καὶ συντίθεται, τί ποτ᾿ ἐστὶν ἕκαστον τούτων προεροῦμεν. περίοδος μὲν οὖν ἐστι λόγος ἄνευ περιγρα- φῶν καὶ κώλων συνθέσει αὐτοτελῆ διάνοιαν ἐκφέρων, ὡς ἔχει τὸ τοιοῦτον, ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει,
περίοδος δὲ ἀπὸ τοῦ περιοδευομένως οἷον κύκλῳ τὴν διάνοιαν ἐκπλέκειν. κῶλον δʼ ἐστὶ περιόδου μέρος, ὃ λέγεται μὲν καθʼ αὑτό, ἀντικείμενον δὲ πληροῖ περίο- δον. αὐτὸ μὲν οὖν καθ᾿ αὑτὸ κῶλον τὸ τοιοῦτόν ἐστιν, ἀνὴρ γὰρ ἰδιώτης, κατὰ δὲ τὸ ἀντικείμενον οὕτω γί-
νεται σύνθεσις κώλων, ἄτοπον δʼ ἐστὶ σὲ μὲν ἐν τοῖς ἀλλοτρίοις, ἐμὲ δὲ ἐν τοῖς ἰδίοις ἀπορεῖ- σθαι. κατὰ δὲ τὸ παρακείμενον οὕτω, καλὸν γὰρ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς πολίτας διὰ παντός. κόμμα δʼ ἐστὶ τὸ περιόδου καὶ κώλου ἔλαττον. λαμβάνεται δὲ καὶ κόμμα καθʼ αὑτό, καθά- περ ἔχει τὰ τοιαῦτα, γνῶθι σαυτόν, μέτρον ἄριστον, ἕπου θεῷ· λαμβάνεται δὲ καὶ πρὸς ἕτερον, οἷον ὅρκον
αἰτεῖς, νόμον αἰτεῖς, δημοκρατίαν αἰτεῖς. τῶν δὲ περιόδων αἱ μέν εἰσι δίκωλοι, ὡς ἔχει ἡ τοιαύτη, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συν- αγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας κατα- στησάντων. αἱ δὲ τρίκωλοι, ὥσπερ ἣν προείπομεν,
ἀνὴρ γὰρ ἰδιώτης, δεύτερον δὲ ἐν πόλει δημο- κρατουμένῃ, τρίτον δὲ νόμῳ καὶ ψήφῳ βασι- λεύει. γίνεται δὲ καὶ τετράκωλος, ὡς παρὰ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡ δέως μετάσχοι στρατείας, τῆς ὑπ᾿ Ἀθηναίων τε καὶ Λακεδαιμονίων στρα-
τηγουμένης, ὑπὲρ δὲ τῇς τῶν συμμάχων ἐλευ- θερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης· νοεῖται δʼ ἡ περίοδος τε- τράκωλος χωρὶς τῆς πρώτης προθέσεως, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας. συντίθενται δὲ καὶ
ἐκ πλειόνων κώλων περίοδοι, ἀλλʼ ἐκβαίνουσι τὴν συμ- μετρίαν καὶ οὐκ ἔτι περιόδων, ἀλλὰ διεξοδικῶν λόγων ἔχουσι τάξιν. εἰσὶ δὲ τῶν περιόδων αἱ μὲν αὐτοτελεῖς, ὥστε καθʼ αὑτὰς σημαίνειν διάνοιαν, αἱ δὲ συνεζευγμέ- ναι, ὥστε μεθʼ ἑτέρων ἐκφέρειν τὸ διανόημα πλῆρες.
αὐτοτελεῖς μὲν οὖν εἰσιν αἱ ἄνευ συνδέσμου ἐκφερόμε- ναι, οἵα ἐστὶν αὕτη, ἣν γὰρ ὁ κῆρυφ κατὰ τοὺς νό- μους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πα- τρίδος δίκαιον ἡγεῖσθαι, συνεζευγμέναι δὲ αἱ μετὰ τῶν συνδέσμων συγκείμεναι, ὡς ἔχει αὕτη, χρὴ
γὰρ τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφίῃὁνό- μος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, μὴ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ.
β΄. ΠΕΡΙ ΑΝΑΔΙΠΛΩΣΕΩΣ Η ΠΑΛΙΛΛΟΓΙΑΣ Η ΕΠΑΝΑΛΗΨΕΩΣ.
ὅτε μὲν ῥῆμα ἐπαλλήλως ἐντιθέντων ἡμῶν, ὡς ἔχει τὸ τοιοῦτον, μιαρὸν μιαρὸν θηρίον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πάλιν ὡς Ξενοφῶν ὠγκωμένῳ ἐπὶ γένει, πεφυσημένῳ δʼ ἐπὶ πλούτῳ, διατε-
θρυμμένῳ δὲ ὑπὸ πολλῶν ἀνθρώπων.
γ΄. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.
ματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δʼ ἐτε- λούμην. πεποίηκε δὲ Δημοσθένης καὶ διπλῆν ἐπανα- φορὰν ἐπί τε τῶν προηγουμένων κώλων τὸ αὐτὸ μόριον λαμβάνων καὶ ἐπὶ τῶν ἑπομένων ἐν τούτοις, μέχρι τούτου φίλος ὠνομάζετο Λασθένης ιλίπ-
που, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς ὁ Λαρισσαῖος, ἕως τὴν Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν· τῶν μὲν γὰρ πρώτων κώλων τὸ μ έχρι ἄρχει μόριον, τῶν δὲ δευτέ- ρων τὸ ἕως.
δ΄. ΠΕΡΙ ΑΝΤΙΣΤΟΦΗΣ.
τος, λέγεταίρι τῶν ὑμῖν συμφερόντων, ἄφρ- νος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρ εστιν Αἰσχίνης, καὶ τὸ [αὐτὸ] Αἰσχίνου, ὅστις δʼ ἐν τῷ συλλόγῳ τὴν ψῆφον
αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.
ε΄. ΠΕΡΙ ΣΥΜΠΛΟΚΗΣ Η ΣΥΝΘΕΣΕΩΣ.
ἀρχῇ τῶν κώλων καὶ ἐπὶ τελευτῆς τὴν αὐτὴν ἔχει λέξιν, ὡς Αἰσχίνης, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς.
ϛ΄. ΠΕΡΙ ΣΥΝΩΝΥΜΙΑΣ.
ὀνόμασι, τῇ δυνάμει δὲ τὸ αὐτὸ δηλοῦσι χρώμεθα πλείο- σιν, ἓν μὲν καὶ τὸ αὐτὸ βουλόμενοι δηλοῦν, ὡς καὶ Δη- μοσθένης, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Περιν- θίων καὶ Βυζαντίων, οὐκ ἀγνοεῖται δὲ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν
συμμάχων προαιρούμενος, ὑποπτεύεται δὲ ὑπὸ Θηβαίων.
ζ΄. ΠΕΡΙ ΕΠΑΝΟΔΟΥ.
τὰ προκείμενα καὶ τὸ λεῖπον τῷ νῷ προσαποδιδῶμεν, ὡς ὁ Δημοσθένης, ὁρῶν δὲ ταῦτα ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ἔφη ταῦτα πάσχειν, καὶ ὡς ὁ Φί-
λιππος, ἐν ἀργίᾳ καὶ δυσθυμίᾳ μὲν ἐπὶ τῶν στρατηγῶν ὁ δῆμος οἷς ἐνέτυχεν, καὶ θελῆσαι προδιδόναι φάσκων δυσθυμίαν νικωμένων κατὰ τὸν πόλεμον τοῖς πόνοις, οὐ ταῖς μάχαις. κέχρηται δὲ Ὅμηρος καὶ τούτῳ τῷ σχήματι, ποιήσας εὐ- χόμενον τὸν Ἀχιλλέα ὑπὲρ τοῦ Πατρόκλου,
τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· νηῶν μέντοι ἀπώσασθαι, πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
η΄. ΠΕΡΙ ΚΛΙΜΑΚΟΣ.
προκείμενον κεφάλαιον καθʼ ἕκαστον κόμμα τὴν αὐτὴν λέξιν τελευτήν τε καὶ ἀρχὴν ποιήσωμεν, ὡς ἔχει τὸ Δημοσθενικόν, καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα οὐδὲ ἔ ἔγραψαμέν, οὐκ ἐπρέσβευσα δέ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θη-
βαίους. γίνεται δὲ καὶ κατὰ συνωνυμίαν κλῖμαξ, ὡς ἔχει τὸ Ὁμηρικόν,
θ΄. ΠΕΡΙ ΠΡΟΣΔΙΑΣΑΦΗΣΕΩΣ.
ι΄. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.
σθένει, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου, γέγονε δὲ ὁ λόγος καὶ ὑψηλότερος καὶ πλείονα ἔμφασιν ἔχων κατὰ τὴν περίφρασιν, ἢ εἰ οὕτω ῥηθείη, ἠτίμωται ὑπὸ Μει- δίου. καὶ ὡς τὰ Ξενοφῶντος ἔχει, ἔννοιά ποθʼ ἡμῖν
ἐγένετο, ἀντὶ τοῦ ἐνενοήσαμεν, καὶ ὡς τὸ παρὰ Θου- κυδίδῃ, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε ἀντὶ τοῦ ἐμανθάνετε· πολὺ δὲ τὸ σχῆμα παρὰ τῷ ἀνδρὶ τούτῳ.
ια΄. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.
τῷ λόγῳ παρέσχε κόσμον, ἀφαιρεθὲν δὲ οὐδὲν λυμαί- νεται τὴν διάνοιαν. πάλιν, ἐκεῖνος Καλλίστρατος [ἐκρίνετο]· τὸ γὰρ ἐκεῖνος προσκείμενον ἔμφασίν τινα μεγέθους περὶ τὸν ἄνδρα δηλοῖ.
ιβ΄. ΠΕΡΙ ΑΣΥΝΔΕΤΟΥ Η ΔΙΑΛΥΣΕΩΣ.
ιγ΄. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.
ται γὰρ τὸ φαίη ἄν τις πρὸς αὐτὸν ἢ εἴποι. καὶ πάλιν, μέλει δʼ οὐδενὶ οὐδὲ μέμνηται, καὶ γὰρ ἐνταῦθα ἐλλείπει τὸ οὐδείς· πάθους δὲ ἔμφασιν ἔχει τὸ σχῆμα.
ιδ΄. ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ Η ΑΛΛΑΓΗΣ.
Ἑλλὰς ἐσιδηροφόρει· ἀντὶ γὰρ τῶν Ἑλλήνων Ἑλ- λὰς εἴρηται· καὶ πάλιν, εἰ γὰρ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ὁ φιλότιμος· καὶ ὡς ὁ Δημοσθένης, ἔπειτα δʼ ἡ Πελοπόννησος ἅπασα διεστήκει ἀντὶ τοῦ οἱ Πελοποννήσιοι. τούτου δʼ ἔχεται τοῦ τρόπου
καὶ τὸ τοιοῦτον, γῆν ἀροῦν. ἐγίνετο δὲ καὶ τοιαύτη μετα- βολὴ προσώπων, ὅταν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον τὸν λόγον μεταφέρωμεν, ὡς ἔχει τὸ τοιοῦτον, καὶ οὐδεὶς ἡ μῶν χολὴν οὐδʼ ὀργὴν εὑρεθήσεται ἔχων, ἐφʼ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται, ὅς,
ὦ μιαρώτατε πάντων, αποκεκλεισμένης σοι τῆς παρρησίας. πτώσεως δὲ ἀλλαγὴ καὶ μεταβολὴ οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς, τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρ- χονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν
ἀειλογίαν ὁρῶ προτεινομένους· ἀπὸ γὰρ τῆς αἰ- τιατικῆς ἐπὶ τὴν εὐθεῖαν ἐτράπη· καὶ τὰ Ὁμηρικά, μῆ- νιν ἄειδε θεὰ οὐλομένην ἣ μυρία, καὶ πάλιν, ἄνδρα μοι ἔννεπε Μοῦσαπολύτροπον Μοῦσαπολύτροπον ὃς μάλα πολλά. ἀριθμοὺς δὲ οὕτως ἀλλάσσουσιν, ὡς Θουκυ-
δίδης, ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπε- κρύπτετο μὴ καθʼ ἡδονὴν ποιεῖν, ἀντίστρο- φον τὴν μεταβολὴν ὁρῶντες· καὶ Φίλιππος καὶ τὸ πλῆθος τῶν ἔλαττον ἰδόντες τὴν τροπὴν τῶν Λιβύων ἐφείποντο. χρόνων δὲ ἀλλαγὴ τοῦτον
γίνεται τὸν τρόπον, καὶ ὅτι ἀληθῆ ταῦτα λέγομεν τοὺς ὁρῶντας ὑμῖν παρέξομαι μάρτυρας ἀντὶ τοῦ τοὺς ἑωρακότας. καὶ ἐνέργειαι δὲ καὶ τὰ πάθη [καὶ τὰ ῥήματα] ἀλλάσσεται, καὶ τοῦτο πολύ ἐστι παρὰ Θου- κυδίδῃ, οἷον οὐδʼ .ἐπιμιγνύντες ἀλλήλοις ἀντὶ τοῦ
ἐπιμιγνύμενοι, καὶ πάλιν τοὺς τὴν μεσόγειαν μᾶλ- λον κατῳκημένους ἀντὶ τοῦ κατῳκηκότας.
ιέ. ΠΕΡΙ ΠΟΛΥΠΤΩΤΟΥ.
τες πλέκωμεν τὸν λόγον, ὡς ἔχει τὸ Ξενοφῶντος, τίνι μὲν γὰρ φίλοι πλείους ἢ τῷ Περσῶν βασιλεῖ; τίς δὲ κοσμῶν φαίνεται ἀεὶ τοὺς περί αὑτὸν μᾶλλον ἢ ὁ βασιλεύς; τίνος δὲ δῶρα γινώσκε- ται μᾶλλον ἢ τὰ βασιλέως; καὶ τὸ Δημοσθενι-
κόν, οὗτοι γὰρ κατέχουσι, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρου- σθῆτε. καίτοι τίς ἦν ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων, ἃ φρονεῖ; τῷ δὲ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ.
ιϛ΄. ΠΕΡΙ ΜΕΤΑΒΟΛΗΣ.
γίνεται καὶ καθʼ ἕκαστον κῶλον ἢ κόμμα, ὡς ἔχει τὸ Δημοσθενικόν, τίς γὰρ συμμαχία σου πράξαν- τος γέγονε τῇ πόλει; τίς δὲ βοήθεια ἐκ τῆς σῆς εὐνοίας καὶ δόξης; τίς δὲ πρεσβεία; τίς δὲ διακονία, διʼ ἣν ἡ πόλις ἐνδοξοτέρα; τί τῶν
Ἑλληνικῶν ἢ τί τῶν οἰκείων ἁπλῶς ἐπηνώρ- θωται διὰ σέ; ποῖαι τριήρ εις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ἢ ποῖον ἱπ- πικόν; ἢ τῶν ἁπάντων τί χρήσιμον, ἢ τοῖς ἀπόροις πολιτικὴ βοήθεια, ἢ χρημάτων εὐ-
πορία;
ιζ΄. ΠΕΡΙ ΖΕΥΓΜΑΤΟΣ.
νᾶς καταστησάντων, ποτὲ δὲ θέντες τὰ κῶλα * * καὶ πάλιν, ὡς ἔχει τὸ τοιοῦτον, Ἀλέξανδρος ἐνίκησε μαχομένους ἐπὶ μὲν Γρανικῷ τοὺς ἑπτὰ σα- τράπας, ἐν Ἰσσῷ δὲ Δαρεῖον, ἐν Ἀρβήλοις δὲ συναχθέντας ὁμοῦ πάντας. δύνανται δὲ καὶ τὰ
συνάγοντα κῶλα καὶ μέσον αὐτῶν τεθῆναί ποτε· πόθεν δʼ ἂν ἡ τοιαύτη γένοιτο σύνταξις, δῆλον [ὅτι] ἐκ τῶν προειρημένων.
ιη΄. ΠΕΡΙ ΟΜΟΙΟΤΕΛΕΥΤΟΥ.
πλεονάκις καταλήγωμεν, ὡς ἔχει τὸ Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περιμάχητον τὴν φύσιν κατέ- στησε, καὶ τὸ Αἰσχίνου, καὶ οὐ τὸ δυστύ χημα
ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.
ιθ΄. ΠΕΡΙ ΟΜΟΙΟΠΤΩΤΟΥ.
ἁπάντων ἀνθρώπων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· κλητικὴ γὰρ πτῶσις ἐπʼ ἀμφοτέρων τῶν κώλων τέτακται.
ικ΄. ΠΕΡΙ ΠΑΡΟΝΟΜΑΣΙΑΣ.
εἰς τὴν διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιή- σαντες ἑτέραν κινήσωμεν ἔννοιαν, ὡς ἔχει τὸ ῥηθὲν ὑπό τινος πρὸς τὸν ἀμπελουργὸν τὸν δικαζόμενον συνε- χῶς, αἱ ἄμπελοί σου οὐ κλήματα φέρουσιν, ἀλλʼ ἐγκλήματα, καὶ ὡς τὸ Δημοσθενικόν, ἔτι γὰρ
τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλ- λοντος ἀδήλου, σύλλογοι παντοδαποὶ καὶ λό- γοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, καὶ ὡς τὸ Θουκυ- δίδου, ἰέναι τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι, ἀλλὰ καταφρονήματι. καὶ ὅπως τὰ τοιαῦτα ἔχει
διεκπλέκοντες καὶ περιπλέκοντες.
κα΄. ΠΕΡΙ ΑΝΤΙΘΕΣΕΩΣ.
πόλεις τῶν ἀδίκως πλουτοῦντων τοὺς δι- καίως πενομένους, καὶ ἐπιλούουσιν ἐν θερ- μοῖς ὕδασι ψυχροὺς ἄνδρας. καθʼ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα, σὺ μὲν γὰρ ἔλα- βες, ὦ Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγ ὼ δὲ οὐκ ἔλαβον, καὶ προέπινες αὐτῷ κατὰ τῆς πό- λεως εὐωχούμενος, ἐγὼ δʼ οὐ συνέπινον. καθʼ
ἄλλον δὲ τρόπον ἡ ἀντίθεσις γίνεται, ὅταν μὴ πάν- τως τοῖς ἀντικειμένοις ὀνόμασιν φράζωμεν, ἀντικεί- μενα μέντοι ἢ διαφέροντα πράγματα λαμβάνωμεν, ὡς παρὰ Δημοσθένει, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐτρι-
ταγωνίστεις, ἐγὼ δὲ ἐθεώρουν· ἐγραμμά- τευες, ἐγὼ δʼ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον.
κβ΄. ΠΕΡΙ ΛΝΤΙΜΕΤΑΘΕΣΕΩΣ Η ΣΥΓΚΡΙΣΕΩΣ Η ΠΛΟΚΗΣ.
τεθέντα ἐπὶ ταύτης ἀπολίπωμεν, ὡς Ἰσοκράτης παρα- καλούμενος ἐπάρξασθαί τι παρὰ πότον εἶπεν, οἷς μὲν γὰρ ἐγώ δεινός, οὐχ ὁ παρὼν καιρός, οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.
κγ΄. ΠΕΡΙ ΑΝΤΕΝΑΝΤΙΩΣΕΩΣ.
τινος τιθέντες αὐτὸ ἐκεῖνο σημαίνωμεν, εἰ οὕτως ᾖ τῷ κειμένῳ ἐναντίον, οἷον ἐχθροὺς ἔσχεν οὐ τοὺς ἀδυνατωτατους λέγειν καὶ πράττειν, καὶ πά- λιν, οὔτε ἐλαχίστων κατὰ τὴν πόλιν ἀντὶ τοῦ τοὺς
δυνατωτάτους καὶ τὰ μέγιστα, καὶ ὡς τὸ Ὁμηρικόν,
κδ΄. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
ται, ὡς ἔχει λέων κατὰ ταῦρον ἐδηδώς, καὶ Δη- μοσθένης κατὰ τοῦ Αἰσχίνου, οὗτος μὲν τὸν Ἀξιό- χου οὐδʼ ἕνα δʼ ἄλλον, καὶ τὸ Θουκυδίδου ἐν οὗ τῷ ἱερῷ. καὶ πάλιν λέξεως συνθέτου διασπειρομένων ἀπʼ
ἀλλήλων τῶν μορίων, οἷον ἄπο μ᾿ ὀλεῖς ἀντὶ τοῦ ἀπο- λεῖς με. καὶ πάλιν λέξεων μὴ κατὰ τὸ ἑξῆς μηδὲ κατὰ φύσιν τιθεμένων, οἷον τὸ Θουκυδίδου, πυθόμενοι δὲ οἱ Κερκυραῖοι τὴν παρασκευὴν αὐτῶν ἐφο- βοῦντο, καὶ (ἦ σαν γὰρ οὐδενὸς Ἑλλήνων ἔν-
σπονδοι, οὐδὲ ἐπέγραψαν ἑαυτοὺς οὔτε ἐς τὰς Ἀθηναίων, οὔτε ἐς τὰς Λακεδαιμονίων σπον- δάς,) ἔδοξεν αὐτοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθη- ναίους συμμάχους γενέσθαι· ὃ γὰρ ἐνταῦθα ἀποδοθῆναι ὤφειλεν, ἤδη προείληπται· τὸ γὰρ ἑξῆς
ἐστι, τὴν παρασκευὴν αὐτῶν ἐφοβοῦντο, καὶ ἔδοξεν αὐ- τοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθηναίους συμμάχους γενέ- σθαι· ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι. γίνεται δὲ ὑπερβατὸν καὶ πολλῶν τιθεμένων μεταξὺ λέξεων τῶν ὀνομάτων, ὡς ἔχει τὸ Δημοσθενικόν, ἐγὼ δʼ ὅτι μὲν
πάντα ἀπόλλυται χρήματα, ἐὰν τὰ τοῦ σοφί- σματος παραδέξησθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἀφιέναι τῶν ὀφειλόντων, τοὺς ἐπιεικεστέ- ρους καὶ βελτίους, καὶ ἐπὶ τοῖς ἥκιστα δει- νοῖς ὠφληκότας ἀφιέναι δίκαιον ἂν εἴη, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖστα ἡμαρτηότα καὶ δικαίως ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις
(τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανο- μίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκε;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφιέναι δίκαιον, οὐχὶ τῷ βιαζομένῳ ὑβρί- σαι τὸ αὐτὸ γέγονε· τὰ τοιαῦτα ἐάσω· τὸ γὰρ
ἐάσω διὰ μακροῦ πάνυ ἐπενηνεγμένον.
κε΄. ΠΕΡΙ ΠΑΡΕΜΒΟΛΗΣ.
ὑπερβατὸν ἐν τῇ ἀλλαγῇ τῶν μορίων καὶ τῇ προσαπο- δόσει τοῦ ἀκολουθοῦντος σχήματος· ἡ δὲ παρεμβολὴ ἰδίαν ἔχει διάνοιαν· καὶ τῆς μὲν ὑπερβάσεως, ὅταν τι μέρος τῶν ὑπαρχόντων ἄρῃς, βλάψεις τὸν νοῦν καὶ τὸ σχῆμα ἀναιρήσεις· ἡ παρεμβολὴ δὲ καὶ ὅλη ἀρθεῖσα οὐ βλάπτει τὴν διάνοιαν. παράδειγμα δὲ τῆς παρεμβολῆς
καὶ τὸ παῤ Ἡροδότῳ κείμενον, Κροῖσος ἦν Λυδὸς μὲν τὸ γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Συρων καὶ Καππα- δοκῶν καὶ πρὸς Βορέην ἄνεμον εἰς τὸν Εὔ-
ξεινον ἐξίησι πόντον· οὗτος οὖν Κροῖσος· ἐνταῦθα τὰ περὶ τοῦ ποταμοῦ παρεμβεβλημένα οὐδὲν κοινὸν ἔχει τοῖς περὶ τὸν Κροῖσον· ἐδύνατο γὰρ καὶ οὕτως ἔχειν ὁ λόγος· τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, οὗτος ὦν ὁ Κροῖσος.
κϛ΄. ΠΕΡΙ ΠΑΡΙΣΟΥ.
προειρημένον Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον βίον κατέστησε, τῆς δὲ περί- βλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν. εἰ δὲ τὸ παράδειγμα τοῦτο καὶ ὁμοιοτέλευτόν ἐστιν, οὐ- δὲν διαφέρει· πολλοὶ γὰρ λόγοι καὶ ἐκ δύο καὶ ἐκ πλειό-
νων σχημάτων σύγκεινται.
κζ΄. ΠΕΡΙ ΠΡΟΣΥΝΑΠΑΝΤΗΣΩΣ.
Ἀθηναίων δὲ Θεμιστοκλέους.
κη΄. ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ, ΤΟ Δ ΑΥΤΟ ΚΑΙ ΥΠΑΛ- ΛΑΓΗΝ ΤΙΝΕΣ ΚΑΛΟΥΣΙΝ.
βομεν, ὡς Δημοσθένης, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω· χθὲς μὲν οὖν καὶ πρώην· ἢ διαφοράν τινα ἐμφαί- νομεν τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τοῦ περισσῶς φιλοῦν- τος, οὐκ ἔστι τοῦτο φιλία, ἀλλʼ ἔρως· ἢ διαστήσαν- τες ἐξελεξάμεθα τὸ βέλτιστον, ὠργίζετο, οὐ μὲν οὖν,
ἀλλʼ ἐμαίνετο· καὶ πάλιν, οὐ πατὴρ ἦν, μὰ Δία, ἀλλὰ τύραννος.
De Figuris. Alexander Numenius. ed. Leonhard von Spengel. United States. 2016.
Sponsored by Harvard Library Arcadia Fund.