I.
λόγου σχημάτων εἰπεῖν· καὶ γὰρ αὐτὰ τῷ πλήθει δυς- πόριστά ἐστι τῶν μὲν καὶ ἄπειρα φασκόντων εἶναι τὰ σχήματα, τῶν δὲ οὐκ ἄπειρα μέν, πολλὰ δὲ καὶ ἀπερίλη- πτα, καὶ πρὸς τούτῳ γε οὐ ῥᾴδιον διακρῖναι το σχῆμα ἀπὸ τοῦ τρόπου, καὶ τὰ τῆς διανοίας καὶ τῆς λέξεως ἀπʼ ἀλλήλων· ὅμως δέ, ὡς ἄν οἷόν τε ᾖ, πειρασώμεθα περὶ
αὐτῶν διεξελθεῖν, τά τε ὑπὸ τῶν ἀκριβέστερον περὶ αὐτῶν γεγραφότων παραδεδομένα τιθέντες καὶ διακρί- νοντες αὐτὰ ἀπʼ ἀλλήλων, ὡς δυνατόν, τά τε κατὰ τὴν διάνοιαν καὶ τὴν λέξιν, χωρὶς μὲν τὰ τῆς διανοίας, χω-
ρὶς δὲ τὰ τῆς λέξεως τάττοντες· προεκθέμενοι δὲ τὴν πρὸς τοὺς τρόπους καθόλου τῶν σχημάτων διαφορὰν καὶ τὴν πρὸς ἄλληλα τῶν τε τῆς διανοίας καὶ τῆς λέξεως οὕτως εἰς τὸν περὶ αὐτῶν τρεψόμεθα λόγον. διαφέρει τοίνυν σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος περὶ ἓν ὄνομα γίνεται ἀρετή, ὥσπερ ὁ βαρβαρισμὸς κακία, τὸ δὲ σχῆμα
περὶ πλείω ὀνόματα κόσμησις, ὡς ὁ σολοικισμὸς ἀκοσμία, ὥστε τὴν αὐτὴν εἶναι διαφορὰν βαρβαρισμοῦ τε πρὸς σολοικισμὸν ὡς ἐν κακίᾳ, καὶ τρόπου πρὸς σχῆμα ὡς ἐν ἀρετῇ λόγου· καθάπερ γὰρ ἐν μὲν τῷ βαρβαρισμῷ
ὄνομα διορθοῦμεν, ἐν δὲ τῷ σολοικισμῷ σύνταξιν ὀνο- μάτων, οὕτω τὸν μὲν τρόπον εἰς τὸ σύνηθες μεταβάλ- λοντες ὀνόματος εἰς ὄνομα ποιησόμεθα τὴν μετάθεσιν, τὸ δὲ σχῆμα εἰς τὸ κατὰ φύσιν μεταποιοῦντες τὴν σύν-
τάξιν μετακινήσομεν. ἔτι δὲ διαφέρει καὶ ταύτῃ σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος ἀλλότριον ἀντὶ τοῦ ἰδίου ὅνομα ἔχει· τὴν γὰρ τροπὴν ἐκ τοῦ κυρίου λαμβάνει, οἷον κο- ρ υφὴν ὄρεος καὶ πόδα νείατον Ἴδης, τὸ δὲ σχῆ- μα τὸ ἴδιον ὄνομα τοῦ πράγματος σώζει, πῶς μέντοι
κείμενον καὶ ὑπʼ αὐτῆς τῆς λέξεως πεπλασμένον· με- νούσης γὰρ τῆς κυρίας λέξεως τοιώσδε εἰλημμένης ἀπο- τελεῖται, ὡς ἔχει τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. τούτοις μὲν οὖν ἢ ἀμφοτέροις ἢ τῷ ἑτέρῳ σχῆμα τοῦ τρόπου διενήνοχε, τὸ δὲ τῆς λέξεως
σχῆμα τοῦ τῆς διανοίας διαφέρει, ὅτι τὸ μὲν τῆς λέξεως κινηθείσης τῆς λέξεως τῆς συσχούσης τὸ σχῆμα ἀπόλλυ- ται, οἷον ἀλλʼ ἢ τούτους μεταπεμπτέον, ἢ ἄλ- λην μὴ ἐλάττω στρατιὰν ἐπιπεμπτέον· εἰ γὰρ ἀντὶ τοῦ ἐπιπεμπτέον ἀποσταλτέον εἴποι τις,
ἀπόλλυται τὸ σχῆμα τῆς παρονομασίας· τοῦ δὲ τῆς δια- νοίας σχήματος, κἄν τὰ ὀνόματα κινῇ τις, κἄν ἑτέροις ὀνόμασιν ἐξενέγκῃ, τὸ αὐτὸ πρᾶγμα μένει, ὁμοίως δὲ κἂν ἡ σύνταξις κινηθῇ ἢ προστεθῇ καὶ ἀφαιρεθῇ τι, λύεται τὸ σχῆμα τῆς λέξεως. τὸ γοῦν ἐπὶ σαυτὸν κα-
λεῖς, ἄν οὕτως ἐξενέγκῃ τις, καλεῖς ἐπὶ σαυτὸν καὶ τοὺς νόμους, λέλυται· καὶ τὸ καί μοι μὴ θορυβήσῃ τις, ἔστι μὲν προδιόρθωσις, εἰ δὲ αὐτὸ οὕτως ἐξενέγκῃ, ἀλλὰ μὴ θορυβήσῃ τις, οὕτω γενέσθαι, δέομαι μεθʹ ἡσυχίας ἀνασχέσθαι μου, μένει τὸ αὐτὸ σχῆμα· ἡ γὰρ διάνοια οὐδὲν πάσχει τῶν ὀνομάτων τρεπομένων. τοιού-
τη μὲν οὖν ἐν τούτοις ἐστὶν ἡ διαφορά.
β΄. ΟΡΟΣ ΣΧΗΜΑΤΟΣ.
τὸ κρεῖ ττον, ὅτι καὶ ὁ σολοικισμὸς ἐξάλλαξίς ἐστι λό- γου, ἀλλʼ ἐπὶ τὸ χεῖρον. ἵνʼ οὖν ἡ διαφορὰ σχήματός τε καὶ σολοικισμοῦ φαίνηται, διὰ τοῦτο πρόσκειται ἐπὶ τὸ κρεῖττον, τὸ δὲ ἄνευ τρόπου πρόσεστιν, ἐπεὶ καὶ ὁ τρόπος ἐξάλλαξις λόγου ἐστὶ κατὰ λέξιν. οὗτος μὲν οὖν
ὁ ὅρος κοινὸς ἀμφοτέρων τῶν σχημάτων τῶν τε τῆς λέ- ξεως καὶ τῶν τῆς διανοίας, ὁρίζονται δέ τινες καὶ ἰδίᾳ ἑκάτερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω, σχῆ- μά ἐστι διανοίας μετάπλασις διανοήματος ἐκ τοῦ κατὰ φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν
διάνοιαν, τὸ δὲ τῆς λέξεως ** χρείας χάριν. τοιαύτη μέν τις ἔννοια τοῦ τε κοινοῦ σχήματος, καὶ τοῦ τῆς δια- νοίας καὶ τῆς λέξεως, λέγωμεν δὲ πρότερον περὶ τῶν τῆς διανοίας σχημάτων μικρὰ προειπόντες πρὸς τοὺς ἀναι- ροῦντας αὐτὰ καθάπαξ· φασὶ γάρ τινες οὐδὲν ἴδιον ἔχειν
τὸ σχῆμα τῆς διανοίας· μηδὲ γὰρ εὑρεῖν εἶναι ῥᾴδιον λόγον ἀσχημάτιστον, καὶ τοῦτο κατὰ ἀνάγκην οὕτως ἔχειν· ὁ γὰρ λόγος ἐκ διατυπώσεως τῆς ψυχῆς ἐστιν, οὗ χάριν καὶ εὑρέθη, τὰς μορφὰς αὐτῆς καὶ τὰ πάθη καὶ συνόλως τὰ κινήματα ἐξοίσειν, ψυχὴ δὲ ἀεικίνητόν ἐστι
καὶ πλείστους λαμβάνει σχηματισμούς, λόγου χάριν ὁρι- ζομένη, νουθετοῦσα, βουλευομένη, τῶν ἄλλων τῶν περὶ ψυχὴν συμβαινόντων ἕν τι πάντως πάσχουσα ἢ δρῶσα, ὥστε κατὰ τὸ τῆς ψυχῆς μίμημα ὁ λόγος ἕν τι πάντως σχῆμα ἕξει. ἔστι δὲ πρὸς ταῦτα πρῶτον ἡμῖν ἐκεῖνο εἰ-
πεῖν, ὅτι εἰ μὴ ἦν διανόημα τὸ μὲν κατὰ φύσιν, τὸ δὲ ἐσχηματισμένον, οὔτ᾿ ἂν τῶν ἰδιωτῶν οἱ ῥήτορες διέφε- ρον οὔτʼ ἀλλήλων, ταὐτὰ οἱ μὲν ἁπλούστερον καὶ ἄνευ κόσμου τινὸς μετὰ λόγου λέγοντες, οἱ δὲ ἐναργέστερον καὶ οὐ μετὰ ἀκοσμίας· δῆλον γὰρ ὅτι τοῦ ἰδιώτου ὁ ῥή- τωρ τῇ πλάσει τῶν σχημάτων διενήνοχε, καὶ οἱ ῥήτορες
τῶν ῥητόρων τῷ τοὺς μὲν ἐπʼ ὀλίγον καὶ ἀκαιρότερον, τοὺς δὲ πλεῖον καὶ κατὰ καιρὸν τοῖς σχήμασιν χρῆσθαι. ἔπειτα δὲ κἀκεῖνο λέγοι τις ἄν, ὅτι καὶ ἡ ψυχὴ κατʼ ἀνάγκην μὲν διηνεκῶς ἐσχημάτισται, ἔστι δʼ ὅμως καὶ ψυχῆς κατὰ φύσιν τινὰ κινήματα καὶ παρὰ φύσιν ἐπί τε
τῆς καθεστώσης καὶ φρονούσης καὶ ἐπὶ τῆς ἐν πάθεσιν οὔσης, ἀφʼ ἧς οἱ παθητικοὶ λόγοι. οὕτω δὴ οὖν καὶ ὁ λόγος ἔστι μὲν [ἢ] κατὰ φύσιν ἢ κατὰ συνήθειαν ἐσχη- ματισμένος, ὃν οὔπω φαμὲν εἶναι σχῆμα, ἔστι δέ τις καὶ παρὰ ταῦτα ὁ πεπλασμένος, ὃν ἐσχηματίσθαι λέγομεν.
ἔτι τοίνυν, εἰ καὶ τοῦτο δοίη τις, ὅτι πᾶς λόγος ἴδιόν τι σχῆμα ἔχει κατὰ φύσιν, ἀλλʼ ὅ γε πολιτικὸς καὶ συγγρα- φικὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μίμησιν ἐκείνου γίνε- ται. σημεῖον δὲ τοῦ λεγομένου τὸ τοιοῦτον, ἔστι τις λό- γος κατὰ φύσιν ἀνθολκήν τινα ψυχῆς ἐμφαίνων, οἷον
ποίαν ἔλθω, ταύταν ἢ κείναν; τοῦτον οὔπω σχῆμα ἔχειν λέγομεν, διὰ τί; ὅτι κατὰ φύσιν ἐξενή- νεκται καὶ ἀληθῶς ὁ λέγων ἀπορεῖ. ἔστι δὲ λόγος ἕτερος κατὰ μίμησιν τούτου γεγονώς, ἔχων καὶ αὐτὸς ἀνθολ- κὴν οὕτως, ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κα-
κίον εἴτε ἄγνοιαν εἴτε ἀμφότερα ταῦτα εἰ- πεῖν, τοῦτον μὲν δὴ σχῆμα ἔχειν φαμέν· οὐκ ἀπορῶν γὰρ ὁ λέγων αὐτὸς προσποιεῖται ἀπορεῖν καὶ μιμεῖται τὸν ἀποροῦντα ἐξ εὐθείας εἰπεῖν φυλαττόμενος. ταῦτα ἂν οὖν τις ἔχοι λέγειν πρὸς τοὺς ἀναιροῦντας τὰ σχή-
ματα τῆς διανοίας, ὅτι κἂν πᾶς λόγος σχῆμα ἴδιον ἔχῃ [καὶ] κατὰ φύσιν, τό τε καθʼ ὁμοιότητα τούτου πανουρ- γεῖσθαί τινα καὶ πλάττεσθαί τινα λόγον οὐδεὶς ἂν εἴποι. τὸ πλαττόμενον οὖν τοῦτον τὸν τρόπον ἐξαιρέτως σχῆμα καλεῖται, καὶ ἡμεῖς περὶ τούτου ποιούμεθα τὸν λόγον, ἀλλʼ οὐ περὶ παντὸς τοῦ ὁπωσοῦν ἐσχηματισμένου λό- γου. οὐ μὴν ἀλλʼ ὅτι ἴδια μέν ἐστι τὰ κατὰ φύσιν σχή- ματα τοῦ λόγου; ἴδια δὲ τὰ κατὰ τὴν τέχνην , ἐκεῖνο ση-
μεῖον ἄν εἴη, ὅτι πᾶν σχῆμα, τοῦτο δὴ περὶ οὗ καὶ λέ- γομεν, μετάγειν ἐστὶν εἰς τὸ κατὰ φύσιν, τοῦτο δὲ ἐπʼ ἐνίων μὲν ἐναργέστατα φαίνεται, ὡς ἐπὶ τῆς εἰρωνείας καὶ ἀλληγορίας καὶ ὑπερβολῆς, ἐπʼ ἐνίων δὲ δυσόριστόν ἐστιν, ὥσπερ ἐπὶ τῆς ἐρωτήσεως καὶ ἐπὶ πύσματος καὶ
διαπορήματος. ταὐτὰ λέγειν ἐστὶ καὶ πρὸς τοὺς τὰ τῆς λέξεως σχήματα ἀναιροῦντας, ὡς πάσης συνθέσεως λέ- ξεως ἴδιόν τι σχῆμα ἐχούσης καὶ οὐδὲν κατὰ τὴν πλάσιν οὐδ’ ἔξαίρετον· καὶ γὰρ ὅτι διαφέρει πλάσις ῥητορικὴ τῆς τῶν ἰδιωτῶν ἐστι λέγειν, καὶ ὅτι ῥήτορες ῥητόρων
ἄμεινον φράζουσι. καὶ ὅτι ἴδια σχήματα κατὰ φύσιν συν- θέσεως λέξεώς ἐστι, καὶ τὰ ἀπὸ τούτων κατὰ μίμησιν γινόμενα κατὰ τέχνην τῶν ῥητόρων, καὶ ὅτι ἔστι τὰ σχή- ματα τῆς λέξεως εἰς τὸ κατὰ φύσιν μετάγειν τὰ μὲν εὐ- χερῶς καὶ ῥᾷον, τὰ δὲ δυσκολώτερον. ἑωραμένων δὲ
τούτων καὶ ἔτι περὶ τῆς χρείας, ἣν παρέχεται τὰ σχή- ματα , εἰπόντες περὶ αὐτῶν λοιπὸν ποιησόμεθα τὸν λό- γον. ἔστι τοίνυν χρεία τῶν σχημάτων κατὰ τρόπους πλείονας· ἐπίτασιν γὰρ δύναται τῶν πραγμάτων ἐμ- φαίνειν, ὡς ἔχει τὰ τοιαῦτα, σὺ δʼ ὁ σεμνὸς ἀὴρ
καὶ διαπτύων τοὺς ἄλλους, καὶ πάλιν, ἔμοὶ δʼ ὅσον, εἴτε τις βούλεται νομίσαιμ ανίαν εἴτε καὶ φιλοτιμίαν· διὰ γὰρ τῆς εἰρωνείας μᾶλλον, ἢ εἰ ἔξ εὐθείας ἐλέγετο, ηὔξηται ὁ λόγος. καὶ καταβολὴν δὲ καὶ ἔκλυσιν ἐκ τῶν ἐναντίων, οὐ μέμνησθε αὐ- τοῦ τὰ ἀπίθανα ῥήμανα καὶ μιαρά, καὶ πάλιν,
σὺ Θετταλοῦς ἀποστήσας· σὺ γὰρ ἂν κώμῃ προσέλθοις, ὅπου κίνδυνός ἐστι. παρέχει δὲ καὶ ἔμφασιν ἤθους χρηστοῦ, ὡς Αἰσχίνης, ἀρά μοι δοίητε συγγνώμην, εἰκίναιδον αὐτὸν προς- είποιμι, καὶ μὴ καθαρὸν τὸ σῶμα, μηδʼ ὄθεα
τὴν φῶ νὴν ἀφίησι, καὶ τὰ ἑξῆς· φαίνεται γὰρ αἰ- δούμενος ἐφʼ οἷς μέλλει λέγειν. ἔστι δὲ διὰ τῶν σχημά- των δοκεῖν καὶ αὐτοσχεδίως λέγειν μηδὲ ἀπὸ παρα- σκευῆς, ὡς Δημοσθένης, ἆρά τις ἡ μῖν λοιπὸς λό- γος; ἢ οὕτω, τουτὶ μικροῦ μεπαρῆλθεν εἰπεῖν.
τὰ γὰρ τοιαῦτα τὴν τοῦ δοκεῖν αὐτόθεν λέγειν ἔμφασιν ποιεῖ. καὶ μὴν ποικιλίαν τινὰ τῷ λόγῳ παρέχει τὰ σχή- ματα, ὡς ὅ γε ὁμοειδὴς προΐσταται τρόπος, δεῖ δὲ τὴν ἡδονὴν διώκειν καὶ τὴν ποικιλίαν ἐν τῷ λόγῳ μετὰ τοῦ χρησίμου καὶ μάλιστα ἐν τῷ δικανικῷ λόγῳ. παρα-
δείγματα δὲ τῶν τοιούτων σχημάτων τὰ τὸν λόγον ποι- οῦντα ποικίλον παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στε- φάνου λόγῳ καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας· περὶ γὰρ τῆς πολιτείας πολλάκις λέγων ἁπλῶς καὶ πολλαχῶς καὶ ποικίλως πλάττει τὸν λόγον, οὗ προΐσταται, καὶ
περὶ τῆς λύσεως πάλιν τῶν αἰχμαλώτων μεμνημένος συνεχέστερον δὴ τὸν περὶ αὐτῶν πεποίηται λόγον τὸ αὐτὸ πρᾶγμα μεταβάλλων καὶ ποικίλως φράζων. ταῦτα μὲν ἐπὶ τοσοῦτον, λέγωμεν δὲ ἤδη, τίνα σχήματα τῆς διανοίας.
γ΄. ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.
αὐτά, ἃ πέπρακταί μοι, καί με μη δεῖς ἀπαρ- τᾶν νομίσῃ τὸν λόγον τῆς γραφῆς, ἂν εἰς Ἑλ- ληνικὰς πρόξεις καὶ λόγους ἐμπέσω. ὁ αὐτός, καί μοι, πρὸς θεῶν, ὅαν ἕνεκα τοῦ βελτίστου λέγω , ἔστω παρρησία τοῦ λέγειν. καὶ πολλὰ παρʼ αὐτῷ τοῦ σχήματος τούτου παραδείγματα.
δʹ. ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.
μὴ χαλεπαίνῃ πρὸς ἡμᾶς, ὡς πάλιν Δημοσθένης πολλὰ προειπὼν ἐπιφέρει, ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ δέομὰι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶ να, ὅ τι μὴ κατηγορήσαντος Αἰοχίνου μη- δὲν ἔξω γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένα
ἐποιούμην ἕτερον· πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἄμα τούτου κεχρημ ένου, ἀνάγκη με πρὸς ἓν ἕκ καστον τῶν εἰρ ημ ένω ν βρα χέα ἀπολογήσασθαι.
ε΄. ΠΕΡΙ ΑΜΦΙΔΙΟΡΘΩΣΕΩΣ.
ἀηδῶς ἀκούσῃ τὸ λεγόμενον, ἄν ἀληθὲς ἂν φαίνηται, μεγάλων ἄξιον ἐμαυτὸν ἐνόμιζον ἐξ ὧν διεπεπράγμην καὶ πάσης παρρησίας καὶ τῶν μεγίστων τιμῶν· νομίζω μηδένα τούτοις ἄχθεσθαι τοῖς λόγοις, εἰ πάντα τὰ μέ- γιστα πράξας τῶν μεγίστων ἄξιον ἐμαυτὸν ἀποφαίνω,
καὶ ὡς ἔχει τὸ Δημοσθενικόν, εἰ γὰρ οἷος ἐγὼ παῤ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνικῶν πόλεων ἀνὴρ ἐγένετο, μᾶλ- λον δʼ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία
ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοί. καὶ γὰρ λέγων κα- τὰ τὴν ἐμαυτοῦ τάξιν προαπολύεται τὸ ἐπαχθές, καὶ τῷ μᾶλλον δʼ εἰ ἕνα τὸ δοκοῦν ἐνδεεστέρως εἰρῆσθαι προσεπηνώρθωται.
ϛʹ. ΠΕΡΙ ΠΡΟΚΑΤΑΛΗΨΕΩΣ.
τοῦτον ἐμφάσει τινὶ προεκλύοντες ὡς εἰ καὶ λέγοι τις, ἐπεὶ δὲ καὶ τούτῳ μάλιστα τῷ λόγῳ θαρρεῖ, βούλομαι δεῖξαι καὶ τοῦτον πολὺ τῶν ἄλλων ἀσθενέστερον. καὶ ὡς Αἰσχίνης, πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον ὅν φησι Δημοσθένης.
ζ΄. ΠΕΡΙ ΥΠΕΞΑΙΡΕΣΕΩΣ.
λέγοι· μετὰ γὰρ τοὺς θεοὺς Ἀριστογείτονος ὑπὸ τῶν ἀνθρώπων· ἢ οὕτως, ὁ μὲν Ζεὺς κρατεῖ τῶν πάντων, ἐγὼ δὲ τῶν ἀνθρώπων ἄρχω. καὶ πάλιν δʼ ἂν τῷ Ἀπόλ- λωνι περὶ μουσικῆς ἕκαστα, ἢ καὶ ὡς τὸ Ὁμηρικόν,
η΄. ΠΕΡΙ ΑΙΤΙΟΛΟΓΙΑΣ.
ὥς φησι Δημοσθένης, ἐάν τις ἐν ἄθλοις τινὰ ἀπο- κτείν ῃ, τοῦ τον ὁ νομοθ έτης ὥρισε μ ὴ ἀ δι- κεῖν. διὰ τί; ὅ τι οὐ τὸ συμβὰν ἐσκέψ ατο, ἀλ- λὰ τὴν τοῦ δράσαν τος διάνοιαν· ἔστι δὲ αὕ- τη τίς; ζ ῶντα νικῆσαι, οὐκ ἀποκτεῖναι, καὶ
τὰ ἐξῆς.
θ΄, ΠΕΡΙ ΣΥΝΑΘΡΟΙΣΜΟΥ
ριζόμ ε νος καὶ κατασκευ άζων ἐπιτείχισμ αἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις. ἐπιχειρῶν, καὶ καταλα μβάνων Ὠρ εόν , καὶ κατασκ άπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρ εῷ Φιλι- στίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ ᾳ Ελείταρχον,
καὶ τὸν Ἐλλή σποντον ὑφʼ ἑαυτὸν ποιούμενος καὶ τὸ Βυζ άντιον πολιορκῶν, καὶ π ὀλεις Ἑλ- ληνίδας τὰς μὲν ἀναιρῶν , εἰς ἃς δὲ καὶ τοὺς φυγάδας κατάγων, πότερον τα ῦτα π σιῶ ν ἠ δίκει καὶ παρεσπόν δει καὶ ἔλυε τὴν εἰρή -
νην ἢ οὔ;
ι΄. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.
την, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο, πάντʼ ἐκεῖνος ἦν αὐτοῖς, καὶ πάλιν, ἐγὼ δʼ ὑπʼ ἐχθροῦ νήφοντος ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ ταῦτα ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ὡς ὁ ποιητής,
ια΄. ΠΕΡΙ ΛΕΠΤΟΛΟΓΙΑΣ.
κότων ἢ συμβαινόντων τὴν ἀκριβῆ καὶ ἐπὶ λεπτῷ ἐξερ- γασίαν ποιώμεθα, ὡς παρὰ Μενάνδρῳ ταυτί,
ραν αὐτῷ ἀγήοχε, καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησε πάθος τα- χύτερον ἐκ τῆς ἐκείνων λεπτολογίας ἀποδείξας. καὶ ταῦτα δὲ ὁμοίως ἔχει· καὶ ὑμεῖς μέν, ὦ Ἀθηναῖοι, τὰς ἐλπίδας τῆς σωτηρίας εἴχετε ἐν τῷ τὸν στρατηυὸν ὑμῶν ἐκπλεύσαντα ταχέως τῶν ἐπικαί ἱρων κρατ τῆσαι τόπων. ὁ δʼ ἕωςἐνετέλ- λετό τινα τοῖς οἰκείοις, ἐπιτρόπους καθίστα καὶ τῶν οἴκοι πραγ μάτων , ἠ σπάζετο τὴν γυ-
βαῖκα καὶ τοὺς παῖδας, ἐδεξιοῦτο τοὺς φί- λους, ἐξ ῄει τῆς πολέως, κατέβαινε εν εἰς τὸν λιμένα, ἐν ἐβάλλετο τὰ ἐπιτή δεια εἰς τὴν ναῦν, ἔλυε τὰ πρυμν ήσια, ἦ ρε τὰ ς ἀγ κύρας, ἔλαθον οἱ πολέμιοι κρατήσαντες τῶν ἐπι-
καίρῳν χωρίων. αὔξησιν δὲ ἔχει τὸ σχῆμα, ὅταν ταχυτῆτα ἢ βραδυτῆτα ἐμφῆναι θέλωμεν, ἢ τάχος ἐξ ἀντιπαραθέσεως ποιῆσαι φανερόν, ὥσπερ ὁ Μένανδρος.
ιβ΄. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ.
τὴν ἀρχὴν μὴ γενομένου πώποτε ἢ γενομένου μέν, οὐκ ἔτι δὲ ὄντος. τοῦ μὲν παράδειγμα τὸ Δημοσθενικόν, ὁ μὲν οὖν παρῶν καιρός, ὦ Ἀθηναῖοι, μονο- νουχὶ λέγει φωνὴν ἀφιείς· οὐχ ὑφεστηκὸς γὰρ τὸ πρόσωπον τὸν καιρὸν αὐτὸν εἰσάγει· τοῦ δὲ δευτέ- ρου τὸ Αἰσχίνου, ὅταν ἐπὶ τελευτῆς ἤ δη τοῦ λό-
γου τοὺς συνηγόρους καλῇ, καὶ τοὺς κοινω - νοὺς αὐτῷ τῆς δωροδοκίας παρακαλῇ, ὑπο- λαμβάνετε ὁ ρᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρα- τετα γμένους, Σόλω να μὲν τὸν καλλίστοις
νόμοις κοσμ ήσαντα τὴν δημοκρατίαν, Ἀρι- στείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλ- λησι, καὶ ἐπερω τῶντα, εἰ οὐκ αἰσχύνεσθε, ὅτι οἱ μὲν πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς.
ιγ΄. ΠΕΡΙ ΕΠΝΑΛΗΨΕΩΣ.
ταῦτα μὲν οὖν ἐπανείληπται μηδενὸς αὐτῶν μεταξὺ τι- θεμένου μορίου· ἔστι δὲ ὅτε ἐπαναλέγεται μὲν τὰ ὀνό- ματα, οὐκ εὐθὺς δέ, ἀλλὰ μέσα τινὰ παρεμβάλλεται, καθάπερ ἔχει τὸ τοιοῦτον, ἦν ποτε, ἡν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τῇ τῶν πολλῶ νψυχῇ· κἀκεῖνο, οὐ
γὰρ ὑφʼ αὐτῷ ποιήσασθαι τὴν πόλιν βούλε- ται Φίλιππος, οὔ· καὶ τὸ Αἰσχίνου, καλόν, ὦ Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, καὶ τὸ Ομηρικόν,
νίαν Ἀλεξᾶν δρου; πόθ ενλ αβόντι; φανερὸν δὴ ποσάκις τὸ αὐτὸ ὄνομα ἀνείληπται. τοῦτο δέ τινες ἰδίως ἀναδίπλωσιν λέγουσιν, ὅταν τὸ δεύτερον λεγόμενον ἄρ- χηται ἀπὸ τῆς τοῦ προηγουμένου τελευτῆς, ὡς Σοφοκλῆς
ιδʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΜΣ.
οὐκ ἐλλεβορίζεις; καὶ ὡς τὸ Ὁμηρικόν,
νετε καθορᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατε- ταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νό- μοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστεί- δην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλη- σιν, ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ
πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς.
ιε΄. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.
τέρους αὐτοὺς δόξαι εἶναι ἢ εἰ αὐτοὶ ἐλέγομεν αὐτούς, ὡς Αἰσχίνης ἐπὶ τοῦ Δημοσθένους, μηδενὶ δὴ τρό- πῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφ ιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάν ετε οὐτὸν εἰσεληλυθότα οἴκαδε ὁρᾶν σεμνυνόμε-
νον ἐν τῇ τῶν μειρ ακίων διατριβῇ, διεξιόντα ὡς εὖ τὸ πρᾶγμα ὑφειλόμην τῶν δικαστῶν, ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρ- χον αἰτιῶν ἐπέστησα φέρων ἐπὶ τὸν κατήγο- ρον καὶ Φίλιππον καὶ Φωκεῖς. καί· παρελθόν- τα εἰς τὴν ἐκκλησίαν, ἄνδρες Ἀθηναῖοι, τὸν
μὲν στέφανον δέχομαι, καὶ τὰ ἑξῆς.
ιϚ΄. ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.
μοσθένης, ᾧ μήτηρ μὲν ὑπῆρχε πολῖτις, πατὴρ δὲ οὐκ ἐρῶ πόθεν. οὐδὲν γὰρ πλεῖον τῶν ἀναγκαίων αὐτὸν ἐξ ετάσασθαι. παραλείπει δὲ τὸ γινωσκόμενον οὕτως, καὶ πάλιν, τοσαῦτα, ὦ Ἀθη- ναῖοι, ὅσα ὀκνήσαιμ’ ἂν εἰπεῖν· παντὶ γὰρ δῆ-
λον, ὅτι τὸ πρῶτον μὲν ἀηδές τι παραλείπει, εἶτα εἰδι- κώτερον ὅτι ἀτιμίαν εἰπεῖν βούλεται ἤ τι τοιοῦτον. σιωπᾷ δὲ τὸ αἰσχρὸν Εὐριπίδης,
ιζ΄. ΠΕΡΙ ΕΠΙΤΡΟΧΑΣΜΟΥ.
ὡς ἔχει τὸ Δημοσθενικόν, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τη λικύτην πόλιν ἐν Πελοποννήσῳ, Με- γάροις ἐπεβούλευσε πρώην.
ιη΄. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
σιν, κτήματα ἔχων ἐν τῇ Βοιωτίᾳ, ἐγὼ δὲ χαίρω, ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πεποιηκότος. εἴδη δὲ τῆς εἰρωνείας τέτταρα, ἀστεϊ- σμός, μυκτηρισμός, σαρκασμός, χλευασμός.
ιθ΄. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.
δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθη- σιν οὐδʼ εἰ γέγονεν οἶδα, καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμ ενος ἡμῖν ἀφεθναι τῆς στρατείας ἠνώχλησε, καὶ προβαλλόμενος καὶ χειροτονῶν αὑτὸν εἰς Διονύσια ἐπιμελη-
τήν, ἐάσω, καὶ πάλιν, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν Μειδίου καὶ τὰ λοιπὰ ἄπειρα ὄντα κακὰ ἐάσω. καὶ οὔτε τόδε λέγω οὔτε τόδε, οὐδʼ ὡς ἠδίκησεν τὴν πόλιν οὗτος. καὶ πάλιν, οὔτε γὰρ τοὺς Ἑρμᾶς, οὓς ἐλωβήσατο, λέξω, οὔθ᾿ ὡς ηὐτομόλησεν εἰς Σικελίαν, ἀλλʼ ἔστω τού-
των ἀμνηστεία μυρίων ὄντων.
κ΄. ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.
τες, ὡς ὁ ποιητής.
διʼ αὐτῶν καὶ καθαπτώμεθα τῶν ἀντιδίκων, ὡς Δημο- σθένης τὰ ὑπὸ Μειδίου γεγονότα βουλόμενος διαβάλ- λειν διαβάλλει τὰ περὶ Ἰφικράτην, καίτοι φασὶν Ἰφι κράτην ποτὲ ἐκ ἐκεῖνον Διοκλεῖ τῷ Πιτθεῖ τὰ μάλιστα ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς
τούτῳ συμβῆναι, Τισίαν τὸν ἀδελφὸν τὸν Ἰφικράτους ἀντιχορ ηγῆσαι τῷ Διοκλεῖ· ἀλλʼ ὅμως πολλοὺς ἔχων Ἰφικράτης καὶ τὰ ἑξῆς, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυ τὰ κατεσκευ ασμέ-
να ἱμάτια ἐς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς.
κα΄. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.
ταῖς, ὡς ἔχει τὸ τοιοῦτον, εἴτετινὸς εἰπόντος, εἴτε αὐτὸς συνιείς, οὐκ ἔχω εἰπεῖν, ὅτι δὲ κωτη- ρία μόνη γίνοιτο ἂν αὐ τῷ ἡ ἡμετέρα, εἴτε χρὴ φιλανθρωπίαν αὐτὴν λέγειν, εἴθ᾿ ὅ τι δή ποτε ἄλλο, [οὐκ ἔχει.]
κβ΄. ΠΕΡΙ ΕΡΩΤΗΜΑΤΟΣ.
κγ΄. ΠΕΡΙ ΠΥΣΜΑΤΟΣ.
ἀπαντᾶν τῷ τοιοῦτον ἐροῦντι.
κδ΄. ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ.
τὰ εἴδη διατυπώμεθα, ὡς ὁ Αἰσχίνης, γίνεσθέ μοι μικρὸν χρόνον τὴν διάνοιαν, μὴ ἐν τῷ δικα- στηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ. καὶ νομίσατε ὁρᾶν προσιόντα τὸν κήρυκα, καὶ τὴν ἐκ τοῦ ψη- φίσματος ἀνάρρησιν μέλλουσαν γίν εσθαι,
καὶ τὰ ἑξῆς. καὶ ὥς φησι Δημοσθένης, ὅτε γὰρ εἰς Δελφοὺς ἐπορευόμεθα, ἦν ὁρᾶν ταῦταπάντα, οἰκ ίας κατεσκαμμένας, τείχη περιῃρημένα, γύναια καὶ παιδάρια ὀλίγα καὶ ἄθλια καὶ πρεσβύτας οἰκτρούς.
κε΄. ΠΕΡΙ ΑΝΤΕΙΣΑΓΩΓΗΣ.
τρόφων· σεμνὸν δὲ αὐτοῖς τιμὴν καὶ μνήμην τέκνων καταλειπομένην ἐφορᾶν, καὶ πάλιν, ἡδὺ τὸ ζῆν, ἀλλὰ τόγε ὑπὲρ πατρίδος ἀποθα- νεῖν δόξαν αἰώνιον παρασκευάζει.
κϛ΄. ΠΕΡΙ ΔΙΑΣΥΡΜΟΥ.
τελευταῖον δʼ ἴσως ἐρωτήσεις καὶ εἰ ἐχρήσω τῷ χρυσίῳ ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν, καὶ ὁ αὐτὸς ἐπὶ τῆς Φρύνης, τίς γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται. καὶ ὡς Αἰσχίνης,
οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα καὶ μιαρὰ ῥή- ματα, ἃ πῶς ποτε ὑμεῖς, σιδήριοι, ἐκαρτε- ρεῖτε ἀκροώμενοι, ὅτε ἔφη παρελθών, ἀμπε- λουργοῦσί τινες τὴν πόλιν, καὶ τὰ ἑξῆς, καὶ ὡς Δημοσθένης πρὸς αὐτὰ ταῦτα, πάνυ γὰρ κατὰ τοῦτο
χείρω γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διεξῆλθον ἐγώ, ἢ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήγαγον.
κζ΄. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ.
Δημοσθένης, τοῦ γὰρ Φωκικοῦ συστάντος πο- λέμου, οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγε τότε ἐπολι- τευόμην, ἢ ἐπὶ τοὺς ἀκούοντας, ἐγὼ γὰρ τοῦ μὲν εἰπεῖν κύριος ἤμην, ἡμεῖς δὲ τοῦ ψηφίσα-
σθαι τὰ ῥηθέντα, ἢ τὸν ἀντίδικον εἰς αἰτίαν καθι- στῶμεν, ἐξ ὧν αὐτὸς ἡμῖν ἐγκαλεῖ, ὡς πάλιν Δημοσθέ- νης, εἶτ᾿ ὦ τί εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην διεξῄεις, ὁρῶν ἀφαιρού- μενόν με τῆς πόλεως ἠγανάκτησας; καὶ τὰ ἑξῆς.
De Figuris. Alexander Numenius. ed. Leonhard von Spengel. United States. 2016.
Sponsored by Harvard Library Arcadia Fund.