Περὲ διηγήσεως.
ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά,
«ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυδίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς
οἵου τε ψεύδεσθαι, ὸὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο παρὰ Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου».
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.