Περὶ δευτερολογιῶν, διὰ ποίας αἰτίας μερίζεται λόγος, καὶ πῶς γίνονται.
αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λόγοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προαγωνισαμένου
ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ᾿ Ἀνδροτίωνος ἔχει, προκατηγορήσαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι
δευτερολογίας.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.