Περὶ αὐξήσεως, πότε χρηστέον ἐν δίκαις εὐκαίρως.
ἐν τῷ Κατὰ Τιμάρχου καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος. ἐν μὲν γὰρ τῷ Κατὰ Τιμάρχου καὶ τὸ πρᾶγμα ἀμελεῖται — λοιδορία γὰρ δοκεῖ ἡ ἑταίρησις εἶναι καὶ σκῶμμα ταπεινότερον —, καὶ τὸ πρόσωπον τὸ κρινόμενον ἔνδοξόν ἐστιν — ὁ γὰρ Τίμαρχος τιμᾶται καὶ
λελειτούργηκε καὶ ἀρχὰς ἦρξε καὶ ἔστι περὶ μέσην ἡλικίαν —. καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος ἡ τῶν παρανόμων γραφὴ ἀμελεῖται διὰ τὰς συμφορὰς τῆς πόλεως τό τε πρόσωπον τιμᾶται, Δημοσθένης, καὶ ἀξίωμα ἔχει. διὰ τοῦτο πρότερον αὔξει, εἶτα τότε ἀποδείκνυσιν, ἵνα
ἐπιστρέψῃ καὶ ἀναγκάσῃ προσέχειν τοὺς δικαστὰς καὶ μήτε τιμῇ τοῦ προσώπου μήτε καταφρονήσει τοῦ πράγματος μὴ θέλωσιν ἀκούειν. αὕτη ἡ αἰτία τοῦ καὶ τῇ 2 αὐτῇ τάξει ἐν ἀμφοτέροις τοῖς βιβλίοις τὰ περὶ τῶν πολιτειῶν διεξελθεῖν.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.