Περὶ προσποιήσεως.
ὡς ὁ Δημοσθένης «ἀλλ᾿ ὡς ἔοικεν ὁ καιρὸς 1 ἐκεῖνος οὐ μόνον εὔνουν ἡμῖν καὶ πλούσιον ἄνδρα ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα ἐξ ἀρχῆς τοῖς πράγμασι»· μάλιστα γὰρ τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ, ἐμπειρίαν πραγμάτων.
τοῦτό ἐστι τέχνη τοῦ ῥήτορος τὸ δοκεῖν αὐτόθεν λέγειν, 2 ἵνα καὶ οὕτως ὁ δικαστὴς παραχθῇ· καὶ προοίμια ὡς 3 αὐτόθεν εὑρίσκοντες λέγουσι πάλαι σκεψάμενοι καὶ κεφάλαια ὡς μεταξὺ ἀναμνησθέντες κατὰ πάσας τὰς δίκας.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.